BIBLIOTHECA AUGUSTANA

 

Homeri

Ilias (ca. 730)

 

Ἰλιάδος Ο

 

 

Παλίωξις παρὰ τῶν νεῶν.

 

___________________________________________________________________________________

 

 

 

Αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν

φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,

οἳ μὲν δὴ παρ᾽ ὄχεσφιν ἐρητύοντο μένοντες

χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς

5

Ἴδης ἐν κορυφῆισι παρὰ χρυσοθρόνου Ἥρης,

στῆ δ᾽ ἄρ᾽ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς

τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν

Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·

Ἕκτορα δ᾽ ἐν πεδίωι ἴδε κείμενον, ἀμφὶ δ᾽ ἑταῖροι

10

εἵαθ᾽, ὁ δ᾽ ἀργαλέωι ἔχετ᾽ ἄσθματι κῆρ ἀπινύσσων

αἷμ᾽ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ᾽ Ἀχαιῶν.

τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,

δεινὰ δ᾽ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·

ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη

15

Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.

οὐ μὰν οἶδ᾽ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς

πρώτη ἐπαύρηαι καί σε πληγῆισιν ἱμάσσω.

ἦ οὐ μέμνηι ὅτε τ᾽ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν

ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα

20

χρύσεον ἄρρηκτον; σὺ δ᾽ ἐν αἰθέρι καὶ νεφέληισιν

ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,

λῦσαι δ᾽ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι

ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρ᾽ ἂν ἵκηται

γῆν ὀλιγηπελέων· ἐμὲ δ᾽ οὐδ᾽ ὧς θυμὸν ἀνίει

25

ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,

τὸν σὺ ξὺν Βορέηι ἀνέμωι πεπιθοῦσα θυέλλας

πέμψας ἐπ᾽ ἀτρύγετον πόντον κακὰ μητιόωσα,

καί μιν ἔπειτα Κόων δ᾽ εὖ ναιομένην ἀπένεικας.

τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις

30

Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.

τῶν σ᾽ αὖτις μνήσω ἵν᾽ ἀπολλήξηις ἀπατάων,

ὄφρα ἴδηι ἤν τοι χραίσμηι φιλότης τε καὶ εὐνή,

ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ᾽ ἀπάτησας.

ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,

35

καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·

ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε

καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος

ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,

σή θ᾽ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν

40

κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·

μὴ δι᾽ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων

πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ᾽ ἀρήγει,

ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,

τειρομένους δ᾽ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.

 

45

αὐτάρ τοι καὶ κείνωι ἐγὼ παραμυθησαίμην

τῆι ἴμεν ἧι κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύηις.

ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,

καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·

εἰ μὲν δὴ σύ γ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη

50

ἶσον ἐμοὶ φρονέουσα μετ᾽ ἀθανάτοισι καθίζοις,

τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλληι,

αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.

ἀλλ᾽ εἰ δή ῥ᾽ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,

ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον

55

Ἶρίν τ᾽ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,

ὄφρ᾽ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων

ἔλθηι, καὶ εἴπηισι Ποσειδάωνι ἄνακτι

παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ᾽ ἱκέσθαι,

Ἕκτορα δ᾽ ὀτρύνηισι μάχην ἐς Φοῖβος Ἀπόλλων,

60

αὖτις δ᾽ ἐμπνεύσηισι μένος, λελάθηι δ᾽ ὀδυνάων

αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς

αὖτις ἀποστρέψηισιν ἀνάλκιδα φύζαν ἐνόρσας,

φεύγοντες δ᾽ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι

Πηλεΐδεω Ἀχιλῆος· ὁ δ᾽ ἀνστήσει ὃν ἑταῖρον

65

Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ

Ἰλίου προπάροιθε πολέας ὀλέσαντ᾽ αἰζηοὺς

τοὺς ἄλλους, μετὰ δ᾽ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.

τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.

ἐκ τοῦ δ᾽ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν

70

αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κ᾽ Ἀχαιοὶ

Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.

τὸ πρὶν δ᾽ οὔτ᾽ ἄρ᾽ ἐγὼ παύω χόλον οὔτέ τιν᾽ ἄλλον

ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ᾽ ἐάσω

πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,

75

ὥς οἱ ὑπέστην πρῶτον, ἐμῶι δ᾽ ἐπένευσα κάρητι,

ἤματι τῶι ὅτ᾽ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,

λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,

βῆ δ᾽ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.

80

ὡς δ᾽ ὅτ᾽ ἂν ἀΐξηι νόος ἀνέρος, ὅς τ᾽ ἐπὶ πολλὴν

γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμηισι νοήσηι

ἔνθ᾽ εἴην ἢ ἔνθα, μενοινήηισί τε πολλά,

ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·

ἵκετο δ᾽ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ᾽ ἐπῆλθεν

85

ἀθανάτοισι θεοῖσι Διὸς δόμωι· οἳ δὲ ἰδόντες

πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.

ἣ δ᾽ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρήιωι

δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,

καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·

90

Ἥρη τίπτε βέβηκας; ἀτυζομένηι δὲ ἔοικας·

ἦ μάλα δή σ᾽ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.

τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ λευκώλενος Ἥρη·

μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ

οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.

95

ἀλλὰ σύ γ᾽ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·

ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν

οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι

πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν

οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.

100

ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,

ὄχθησαν δ᾽ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δ᾽ ἐγέλασσε

χείλεσιν, οὐδὲ μέτωπον ἐπ᾽ ὀφρύσι κυανέηισιν

ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·

νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·

105

ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες

ἢ ἔπει ἠὲ βίηι· ὁ δ᾽ ἀφήμενος οὐκ ἀλεγίζει

οὐδ᾽ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι

κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.

τὼ ἔχεθ᾽ ὅττί κεν ὔμμι κακὸν πέμπηισιν ἑκάστωι.

 

110

ἤδη γὰρ νῦν ἔλπομ᾽ Ἄρηΐ γε πῆμα τετύχθαι·

υἱὸς γάρ οἱ ὄλωλε μάχηι ἔνι φίλτατος ἀνδρῶν

Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.

ὣς ἔφατ᾽, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ

χερσὶ καταπρηνέσσ᾽, ὀλοφυρόμενος δ᾽ ἔπος ηὔδα·

115

μὴ νῦν μοι νεμεσήσετ᾽ Ὀλύμπια δώματ᾽ ἔχοντες

τίσασθαι φόνον υἷος ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν,

εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῶι

κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ᾽ αἵματι καὶ κονίηισιν.

ὣς φάτο, καί ῥ᾽ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε

120

ζευγνύμεν, αὐτὸς δ᾽ ἔντε᾽ ἐδύσετο παμφανόωντα.

ἔνθά κ᾽ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος

πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,

εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν

ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,

125

τοῦ δ᾽ ἀπὸ μὲν κεφαλῆς κόρυθ᾽ εἵλετο καὶ σάκος ὤμων,

ἔγχος δ᾽ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα

χάλκεον· ἣ δ᾽ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·

μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως

οὔατ᾽ ἀκουέμεν ἐστί, νόος δ᾽ ἀπόλωλε καὶ αἰδώς.

130

οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη

ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;

ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ

ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκηι,

αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;

135

αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς

λείψει, ὁ δ᾽ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,

μάρψει δ᾽ ἑξείης ὅς τ᾽ αἴτιος ὅς τε καὶ οὐκί.

τώ σ᾽ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·

ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων

140

ἢ πέφατ᾽, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ

πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.

ὣς εἰποῦσ᾽ ἵδρυσε θρόνωι ἔνι θοῦρον Ἄρηα.

Ἥρη δ᾽ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς

Ἶρίν θ᾽, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,

145

καί σφεας φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·

Ζεὺς σφὼ εἰς Ἴδην κέλετ᾽ ἐλθέμεν ὅττι τάχιστα·

αὐτὰρ ἐπὴν ἔλθητε, Διός τ᾽ εἰς ὦπα ἴδησθε,

ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνηι καὶ ἀνώγηι.

ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,

150

ἕζετο δ᾽ εἰνὶ θρόνωι· τὼ δ᾽ ἀΐξαντε πετέσθην.

Ἴδην δ᾽ ἵκανον πολυπίδακα μητέρα θηρῶν,

εὗρον δ᾽ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρωι ἄκρωι

ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.

τὼ δὲ πάροιθ᾽ ἐλθόντε Διὸς νεφεληγερέταο

155

στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῶι,

ὅττί οἱ ὦκ᾽ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.

Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·

βάσκ᾽ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι

πάντα τάδ᾽ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.

160

παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο

ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.

εἰ δέ μοι οὐκ ἐπέεσσ᾽ ἐπιπείσεται, ἀλλ᾽ ἀλογήσει,

φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

μή μ᾽ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσηι

165

μεῖναι, ἐπεί εὑ φημὶ βίηι πολὺ φέρτερος εἶναι

καὶ γενεῆι πρότερος· τοῦ δ᾽ οὐκ ὄθεται φίλον ἦτορ

ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,

βῆ δὲ κατ᾽ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.

170

ὡς δ᾽ ὅτ᾽ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα

ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,

ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,

ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·

ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα

175

ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.

παυσάμενόν σ᾽ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο

ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.

εἰ δέ οἱ οὐκ ἐπέεσσ᾽ ἐπιπείσεαι, ἀλλ᾽ ἀλογήσεις,

ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων

180

ἐνθάδ᾽ ἐλεύσεσθαι· σὲ δ᾽ ὑπεξαλέασθαι ἄνωγε

χεῖρας, ἐπεὶ σέο φησὶ βίηι πολὺ φέρτερος εἶναι

καὶ γενεῆι πρότερος· σὸν δ᾽ οὐκ ὄθεται φίλον ἦτορ

ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.

τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·

185

ὢ πόποι ἦ ῥ᾽ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν

εἴ μ᾽ ὁμότιμον ἐόντα βίηι ἀέκοντα καθέξει.

τρεῖς γάρ τ᾽ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα

Ζεὺς καὶ ἐγώ, τρίτατος δ᾽ Ἀΐδης ἐνέροισιν ἀνάσσων.

τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ᾽ ἔμμορε τιμῆς·

190

ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ

παλλομένων, Ἀΐδης δ᾽ ἔλαχε ζόφον ἠερόεντα,

Ζεὺς δ᾽ ἔλαχ᾽ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέληισι·

γαῖα δ᾽ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.

τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος

195

καὶ κρατερός περ ἐὼν μενέτω τριτάτηι ἐνὶ μοίρηι.

χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·

θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη

ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,

οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκηι.

200

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·

οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα

τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,

ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.

 

οἶσθ᾽ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.

205

τὴν δ᾽ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·

Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·

ἐσθλὸν καὶ τὸ τέτυκται ὅτ᾽ ἄγγελος αἴσιμα εἰδῆι.

ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει

ὁππότ᾽ ἂν ἰσόμορον καὶ ὁμῆι πεπρωμένον αἴσηι

210

νεικείειν ἐθέληισι χολωτοῖσιν ἐπέεσσιν.

ἀλλ᾽ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·

ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῶι·

αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης

Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος

215

Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ᾽ ἐθελήσει

ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,

ἴστω τοῦθ᾽ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.

ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,

δῦνε δὲ πόντον ἰών, πόθεσαν δ᾽ ἥρωες Ἀχαιοί.

220

καὶ τότ᾽ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·

ἔρχεο νῦν φίλε Φοῖβε μεθ᾽ Ἕκτορα χαλκοκορυστήν·

ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος

οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν

ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,

225

οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.

 

ἀλλὰ τόδ᾽ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῶι

ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε

χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γ᾽ ἐτελέσθη.

ἀλλὰ σύ γ᾽ ἐν χείρεσσι λάβ᾽ αἰγίδα θυσσανόεσσαν,

230

τῆι μάλ᾽ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·

σοὶ δ᾽ αὐτῶι μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·

τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ᾽ ἂν Ἀχαιοὶ

φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.

κεῖθεν δ᾽ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,

235

ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.

ὣς ἔφατ᾽, οὐδ᾽ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,

βῆ δὲ κατ᾽ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς

ὠκέϊ φασσοφόνωι, ὅς τ᾽ ὤκιστος πετεηνῶν.

εὗρ᾽ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον

240

ἥμενον, οὐδ᾽ ἔτι κεῖτο, νέον δ᾽ ἐσαγείρετο θυμόν,

ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς

παύετ᾽, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.

ἀγχοῦ δ᾽ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·

Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπ᾽ ἄλλων

245

ἧσ᾽ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;

τὸν δ᾽ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·

τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μ᾽ εἴρεαι ἄντην;

 

οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῆισιν Ἀχαιῶν

οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας

250

χερμαδίωι πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;

 

καὶ δὴ ἔγωγ᾽ ἐφάμην νέκυας καὶ δῶμ᾽ Ἀΐδαο

ἤματι τῶιδ᾽ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.

τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·

θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων

255

ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν

Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ

ῥύομ᾽, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.

ἀλλ᾽ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι

νηυσὶν ἔπι γλαφυρῆισιν ἐλαυνέμεν ὠκέας ἵππους·

260

αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον

πᾶσαν λειανέω, τρέψω δ᾽ ἥρωας Ἀχαιούς.

ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.

ὡς δ᾽ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνηι

δεσμὸν ἀπορρήξας θείηι πεδίοιο κροαίνων

265

εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο

κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται

ὤμοις ἀΐσσονται· ὁ δ᾽ ἀγλαΐηφι πεποιθὼς

ῥίμφά ἑ γοῦνα φέρει μετά τ᾽ ἤθεα καὶ νομὸν ἵππων·

ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ᾽ ἐνώμα

270

ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.

οἳ δ᾽ ὥς τ᾽ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα

ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·

τὸν μέν τ᾽ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη

εἰρύσατ᾽, οὐδ᾽ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·

275

τῶν δέ θ᾽ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος

εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·

ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο

νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·

αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορ᾽ ἐποιχόμενον στίχας ἀνδρῶν

280

τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.

τοῖσι δ᾽ ἔπειτ᾽ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,

Αἰτωλῶν ὄχ᾽ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι

ἐσθλὸς δ᾽ ἐν σταδίηι· ἀγορῆι δέ ἑ παῦροι Ἀχαιῶν

νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·

285

ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·

ὢ πόποι ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι,

οἷον δ᾽ αὖτ᾽ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας

Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου

χερσὶν ὑπ᾽ Αἴαντος θανέειν Τελαμωνιάδαο.

290

ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν

Ἕκτορ᾽, ὁ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ᾽ ἔλυσεν,

ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε

Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.

ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.

 

295

πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·

αὐτοὶ δ᾽, ὅσσοι ἄριστοι ἐνὶ στρατῶι εὐχόμεθ᾽ εἶναι,

στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες

δούρατ᾽ ἀνασχόμενοι· τὸν δ᾽ οἴω καὶ μεμαῶτα

θυμῶι δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.

300

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·

οἳ μὲν ἄρ᾽ ἀμφ᾽ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα

Τεῦκρον Μηριόνην τε Μέγην τ᾽ ἀτάλαντον Ἄρηϊ

ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες

Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω

305

ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.

Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ

μακρὰ βιβάς· πρόσθεν δὲ κί᾽ αὐτοῦ Φοῖβος Ἀπόλλων

εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ᾽ αἰγίδα θοῦριν

δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ᾽, ἣν ἄρα χαλκεὺς

310

Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·

τὴν ἄρ᾽ ὅ γ᾽ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.

 

Ἀργεῖοι δ᾽ ὑπέμειναν ἀολλέες, ὦρτο δ᾽ ἀϋτὴ

ὀξεῖ᾽ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ᾽ ὀϊστοὶ

θρῶισκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν

315

ἄλλα μὲν ἐν χροῒ πήγνυτ᾽ ἀρηϊθόων αἰζηῶν,

πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν

ἐν γαίηι ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.

ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ᾽ ἀτρέμα Φοῖβος Ἀπόλλων,

τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο, πῖπτε δὲ λαός.

320

αὐτὰρ ἐπεὶ κατ᾽ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων

σεῖσ᾽, ἐπὶ δ᾽ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν

ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.

 

οἳ δ᾽ ὥς τ᾽ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ᾽ οἰῶν

θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῶι

325

ἐλθόντ᾽ ἐξαπίνης σημάντορος οὐ παρεόντος,

ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων

ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.

ἔνθα δ᾽ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.

Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,

330

τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,

τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·

Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.

ἤτοι ὁ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο

ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν

335

ἐν Φυλάκηι γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς

γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ᾽ Ὀϊλεύς·

Ἴασος αὖτ᾽ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,

υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.

Μηκιστῆ δ᾽ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης

340

πρώτηι ἐν ὑσμίνηι, Κλονίον δ᾽ ἕλε δῖος Ἀγήνωρ.

Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε

φεύγοντ᾽ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.

 

ὄφρ᾽ οἳ τοὺς ἐνάριζον ἀπ᾽ ἔντεα, τόφρα δ᾽ Ἀχαιοὶ

τάφρωι καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῆι

345

ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκηι.

Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας

νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ᾽ ἔναρα βροτόεντα·

ὃν δ᾽ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,

αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε

350

γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,

ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.

ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους

κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῶι

πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους

355

ἠχῆι θεσπεσίηι· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων

ῥεῖ᾽ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων

ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον

μακρὴν ἠδ᾽ εὐρεῖαν, ὅσον τ᾽ ἐπὶ δουρὸς ἐρωὴ

γίγνεται, ὁππότ᾽ ἀνὴρ σθένεος πειρώμενος ἧισι.

360

τῆι ῥ᾽ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ᾽ Ἀπόλλων

αἰγίδ᾽ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν

ῥεῖα μάλ᾽, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,

ὅς τ᾽ ἐπεὶ οὖν ποιήσηι ἀθύρματα νηπιέηισιν

ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.

365

ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν

σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.

ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,

ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι

χεῖρας ἀνίσχοντες μεγάλ᾽ εὐχετόωντο ἕκαστος·

370

Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν

εὔχετο χεῖρ᾽ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·

Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρωι

ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων

εὔχετο νοστῆσαι, σὺ δ᾽ ὑπέσχεο καὶ κατένευσας,

375

τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,

μηδ᾽ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.

ὣς ἔφατ᾽ εὐχόμενος, μέγα δ᾽ ἔκτυπε μητίετα Ζεύς,

ἀράων ἀΐων Νηληϊάδαο γέροντος.

Τρῶες δ᾽ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,

380

μᾶλλον ἐπ᾽ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.

οἳ δ᾽ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο

νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότ᾽ ἐπείγηι

ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματ᾽ ὀφέλλει·

ὣς Τρῶες μεγάληι ἰαχῆι κατὰ τεῖχος ἔβαινον,

385

ἵππους δ᾽ εἰσελάσαντες ἐπὶ πρύμνηισι μάχοντο

ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφ᾽ ἵππων,

οἳ δ᾽ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες

μακροῖσι ξυστοῖσι, τά ῥά σφ᾽ ἐπὶ νηυσὶν ἔκειτο

ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῶι.

390

Πάτροκλος δ᾽ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε

τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,

τόφρ᾽ ὅ γ᾽ ἐνὶ κλισίηι ἀγαπήνορος Εὐρυπύλοιο

ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ᾽ ἕλκεϊ λυγρῶι

φάρμακ᾽ ἀκέσματ᾽ ἔπασσε μελαινάων ὀδυνάων.

395

αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε

Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,

ὤιμωξέν τ᾽ ἄρ᾽ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ

χερσὶ καταπρηνέσσ᾽, ὀλοφυρόμενος δ᾽ ἔπος ηὔδα·

Εὐρύπυλ᾽ οὐκ ἔτι τοι δύναμαι χατέοντί περ᾽ ἔμπης

400

ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·

ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε

σπεύσομαι εἰς Ἀχιλῆα, ἵν᾽ ὀτρύνω πολεμίζειν.

τίς δ᾽ οἶδ᾽ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω

παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.

405

τὸν μὲν ἄρ᾽ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ

Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδ᾽ ἐδύναντο

παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·

οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας

ῥηξάμενοι κλισίηισι μιγήμεναι ἠδὲ νέεσσιν.

410

ἀλλ᾽ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει

τέκτονος ἐν παλάμηισι δαήμονος, ὅς ῥά τε πάσης

εὖ εἰδῆι σοφίης ὑποθημοσύνηισιν Ἀθήνης,

ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·

ἄλλοι δ᾽ ἀμφ᾽ ἄλληισι μάχην ἐμάχοντο νέεσσιν,

415

Ἕκτωρ δ᾽ ἄντ᾽ Αἴαντος ἐείσατο κυδαλίμοιο.

τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο

οὔθ᾽ ὁ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα

οὔθ᾽ ὁ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥ᾽ ἐπέλασσέ γε δαίμων.

ἔνθ᾽ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας

420

πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.

δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.

Ἕκτωρ δ᾽ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν

ἐν κονίηισι πεσόντα νεὸς προπάροιθε μελαίνης,

Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·

425

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῶιδε,

ἀλλ᾽ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ

τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.

ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῶι.

430

τοῦ μὲν ἅμαρθ᾽, ὁ δ᾽ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν

Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρ᾽ αὐτῶι

ναῖ᾽, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,

τόν ῥ᾽ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῶι

ἑσταότ᾽ ἄγχ᾽ Αἴαντος· ὁ δ᾽ ὕπτιος ἐν κονίηισι

435

νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.

Αἴας δ᾽ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·

Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος

Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα

ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·

440

τὸν δ᾽ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ

ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;

ὣς φάθ᾽, ὁ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,

τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην

ἰοδόκον· μάλα δ᾽ ὦκα βέλεα Τρώεσσιν ἐφίει.

445

καί ῥ᾽ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν

Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο

ἡνία χερσὶν ἔχοντα· ὁ μὲν πεπόνητο καθ᾽ ἵππους·

τῆι γὰρ ἔχ᾽ ἧι ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες

Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ᾽ αὐτῶι

450

ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.

αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·

ἤριπε δ᾽ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι

κείν᾽ ὄχεα κροτέοντες. ἄναξ δ᾽ ἐνόησε τάχιστα

Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.

455

τοὺς μὲν ὅ γ᾽ Ἀστυνόωι Προτιάονος υἱέϊ δῶκε,

πολλὰ δ᾽ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα

ἵππους· αὐτὸς δ᾽ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.

Τεῦκρος δ᾽ ἄλλον ὀϊστὸν ἐφ᾽ Ἕκτορι χαλκοκορυστῆι

αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,

460

εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.

ἀλλ᾽ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥ᾽ ἐφύλασσεν

Ἕκτορ᾽, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,

ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξωι

ῥῆξ᾽ ἐπὶ τῶι ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλληι

465

ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.

Τεῦκρος δ᾽ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·

ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει

δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,

νευρὴν δ᾽ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα

470

πρώϊον, ὄφρ᾽ ἀνέχοιτο θαμὰ θρώισκοντας ὀϊστούς.

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας Τελαμώνιος Αἴας·

ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς

κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·

αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμωι

475

μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.

μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν

νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.

ὣς φάθ᾽, ὁ δὲ τόξον μὲν ἐνὶ κλισίηισιν ἔθηκεν,

αὐτὰρ ὅ γ᾽ ἀμφ᾽ ὤμοισι σάκος θέτο τετραθέλυμνον,

480

κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμωι κυνέην εὔτυκτον ἔθηκεν

ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·

εἵλετο δ᾽ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῶι,

βῆ δ᾽ ἰέναι, μάλα δ᾽ ὦκα θέων Αἴαντι παρέστη.

Ἕκτωρ δ᾽ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,

485

Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς

νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν

ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.

490

ῥεῖα δ᾽ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,

ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξηι,

ἠδ᾽ ὅτινας μινύθηι τε καὶ οὐκ ἐθέληισιν ἀμύνειν,

ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δ᾽ ἀρήγει.

ἀλλὰ μάχεσθ᾽ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων

495

βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπηι

τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένωι περὶ πάτρης

τεθνάμεν· ἀλλ᾽ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,

καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ

οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.

500

ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

Αἴας δ᾽ αὖθ᾽ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·

αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι

ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.

ἦ ἔλπεσθ᾽ ἢν νῆας ἕληι κορυθαίολος Ἕκτωρ

505

ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;

ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα

Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;

οὐ μὰν ἔς γε χορὸν κέλετ᾽ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.

ἡμῖν δ᾽ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων

510

ἢ αὐτοσχεδίηι μῖξαι χεῖράς τε μένος τε.

βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι

ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῆι δηϊοτῆτι

ὧδ᾽ αὔτως παρὰ νηυσὶν ὑπ᾽ ἀνδράσι χειροτέροισιν.

 

ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

515

ἔνθ᾽ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν

ἀρχὸν Φωκήων, Αἴας δ᾽ ἕλε Λαοδάμαντα

ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·

Πουλυδάμας δ᾽ Ὦτον Κυλλήνιον ἐξενάριξε

Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.

520

τῶι δὲ Μέγης ἐπόρουσεν ἰδών· ὁ δ᾽ ὕπαιθα λιάσθη

Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων

εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·

αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.

δούπησεν δὲ πεσών· ὁ δ᾽ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα.

525

τόφρα δὲ τῶι ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς

Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν

Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,

ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ

ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,

530

τόν ῥ᾽ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς

ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.

ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης

ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·

ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ᾽ ὄλεθρον.

 

535

τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης

κύμβαχον ἀκρότατον νύξ᾽ ἔγχεϊ ὀξυόεντι,

ῥῆξε δ᾽ ἀφ᾽ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε

κάππεσεν ἐν κονίηισι νέον φοίνικι φαεινός.

εἷος ὁ τῶι πολέμιζε μένων, ἔτι δ᾽ ἔλπετο νίκην,

540

τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,

στῆ δ᾽ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ᾽ ὦμον ὄπισθεν·

αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα

πρόσσω ἱεμένη· ὁ δ᾽ ἄρα πρηνὴς ἐλιάσθη.

τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε᾽ ἀπ᾽ ὤμων

545

συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε

πᾶσι μάλα, πρῶτον δ᾽ Ἱκεταονίδην ἐνένιπεν

ἴφθιμον Μελάνιππον. ὁ δ᾽ ὄφρα μὲν εἰλίποδας βοῦς

βόσκ᾽ ἐν Περκώτηι δηΐων ἀπὸ νόσφιν ἐόντων·

αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,

550

ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,

ναῖε δὲ πὰρ Πριάμωι, ὁ δέ μιν τίεν ἶσα τέκεσσι·

τόν ῥ᾽ Ἕκτωρ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·

οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ

ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;

555

οὐχ ὁράαις οἷον Δόλοπος περὶ τεύχε᾽ ἕπουσιν;

ἀλλ᾽ ἕπευ· οὐ γὰρ ἔτ᾽ ἔστιν ἀποσταδὸν Ἀργείοισι

μάρνασθαι, πρίν γ᾽ ἠὲ κατακτάμεν ἠὲ κατ᾽ ἄκρης

Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.

ὣς εἰπὼν ὁ μὲν ἦρχ᾽, ὁ δ᾽ ἅμ᾽ ἕσπετο ἰσόθεος φώς·

560

Ἀργείους δ᾽ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·

ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ᾽ ἐνὶ θυμῶι,

ἀλλήλους τ᾽ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.

αἰδομένων δ᾽ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·

φευγόντων δ᾽ οὔτ᾽ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.

565

ὣς ἔφαθ᾽, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,

ἐν θυμῶι δ᾽ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας

ἕρκεϊ χαλκείωι· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.

Ἀντίλοχον δ᾽ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·

Ἀντίλοχ᾽ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,

570

οὔτε ποσὶν θάσσων οὔτ᾽ ἄλκιμος ὡς σὺ μάχεσθαι·

εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.

ὣς εἰπὼν ὁ μὲν αὖτις ἀπέσσυτο, τὸν δ᾽ ὀρόθυνεν·

ἐκ δ᾽ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῶι

ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο

575

ἀνδρὸς ἀκοντίσσαντος· ὁ δ᾽ οὐχ ἅλιον βέλος ἧκεν,

ἀλλ᾽ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον

νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.

δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.

Ἀντίλοχος δ᾽ ἐπόρουσε κύων ὥς, ὅς τ᾽ ἐπὶ νεβρῶι

580

βλημένωι ἀΐξηι, τόν τ᾽ ἐξ εὐνῆφι θορόντα

θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·

ὣς ἐπὶ σοὶ Μελάνιππε θόρ᾽ Ἀντίλοχος μενεχάρμης

τεύχεα συλήσων· ἀλλ᾽ οὐ λάθεν Ἕκτορα δῖον,

ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.

585

Ἀντίλοχος δ᾽ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,

ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,

ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι

φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·

ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ

590

ἠχῆι θεσπεσίηι βέλεα στονόεντα χέοντο·

στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.

Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι

νηυσὶν ἐπεσσεύοντο, Διὸς δ᾽ ἐτέλειον ἐφετμάς,

ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν

595

Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δ᾽ ὀρόθυνεν.

Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι

Πριαμίδηι, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ

ἐμβάλοι ἀκάματον, Θέτιδος δ᾽ ἐξαίσιον ἀρὴν

πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς

600

νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.

ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν

θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.

τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῆισιν ἔγειρεν

Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.

605

μαίνετο δ᾽ ὡς ὅτ᾽ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ

οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·

ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε

λαμπέσθην βλοσυρῆισιν ὑπ᾽ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ

σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο

610

Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπ᾽ αἰθέρος ἦεν ἀμύντωρ

Ζεύς, ὅς μιν πλεόνεσσι μετ᾽ ἀνδράσι μοῦνον ἐόντα

τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν

ἔσσεσθ᾽· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ

Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.

615

καί ῥ᾽ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,

ἧι δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε᾽ ἄριστα·

ἀλλ᾽ οὐδ᾽ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·

ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη

ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,

620

ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα

κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·

ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.

αὐτὰρ ὁ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ᾽ ὁμίλωι,

ἐν δ᾽ ἔπεσ᾽ ὡς ὅτε κῦμα θοῆι ἐν νηῒ πέσηισι

625

λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα

ἄχνηι ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη

ἱστίωι ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται

δειδιότες· τυτθὸν γὰρ ὑπ᾽ ἐκ θανάτοιο φέρονται·

ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.

630

αὐτὰρ ὅ γ᾽ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,

αἵ ῥά τ᾽ ἐν εἱαμενῆι ἕλεος μεγάλοιο νέμονται

μυρίαι, ἐν δέ τε τῆισι νομεὺς οὔ πω σάφα εἰδὼς

θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῆισιν·

ἤτοι ὁ μὲν πρώτηισι καὶ ὑστατίηισι βόεσσιν

635

αἰὲν ὁμοστιχάει, ὁ δέ τ᾽ ἐν μέσσηισιν ὀρούσας

βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότ᾽ Ἀχαιοὶ

θεσπεσίως ἐφόβηθεν ὑφ᾽ Ἕκτορι καὶ Διὶ πατρὶ

πάντες, ὁ δ᾽ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,

Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος

640

ἀγγελίης οἴχνεσκε βίηι Ἡρακληείηι.

τοῦ γένετ᾽ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων

παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,

καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·

ὅς ῥα τόθ᾽ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.

645

στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,

τὴν αὐτὸς φορέεσκε ποδηνεκέ᾽ ἕρκος ἀκόντων·

τῆι ὅ γ᾽ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ

σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.

Ἕκτωρ δ᾽ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,

650

στήθεϊ δ᾽ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων

κτεῖν᾽· οἳ δ᾽ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου

χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.

εἰσωποὶ δ᾽ ἐγένοντο νεῶν, περὶ δ᾽ ἔσχεθον ἄκραι

νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δ᾽ ἐπέχυντο.

655

Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκηι

τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίηισιν ἔμειναν

ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς

καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.

Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν

660

λίσσεθ᾽ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·

ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθ᾽ ἐνὶ θυμῶι

ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος

παίδων ἠδ᾽ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,

ἠμὲν ὅτεωι ζώουσι καὶ ὧι κατατεθνήκασι·

665

τῶν ὕπερ ἐνθάδ᾽ ἐγὼ γουνάζομαι οὐ παρεόντων

ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.

ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

τοῖσι δ᾽ ἀπ᾽ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη

θεσπέσιον· μάλα δέ σφι φόως γένετ᾽ ἀμφοτέρωθεν

670

ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.

Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,

ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,

ἠδ᾽ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῆισιν.

οὐδ᾽ ἄρ᾽ ἔτ᾽ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῶι

675

ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·

ἀλλ᾽ ὅ γε νηῶν ἴκρι᾽ ἐπώιχετο μακρὰ βιβάσθων,

νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμηισι

κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.

ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,

680

ὅς τ᾽ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,

σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται

λαοφόρον καθ᾽ ὁδόν· πολέες τέ ἑ θηήσαντο

ἀνέρες ἠδὲ γυναῖκες· ὁ δ᾽ ἔμπεδον ἀσφαλὲς αἰεὶ

θρώισκων ἄλλοτ᾽ ἐπ᾽ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·

685

ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν

φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρ᾽ ἵκανεν,

αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε

νηυσί τε καὶ κλισίηισιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ

μίμνεν ἐνὶ Τρώων ὁμάδωι πύκα θωρηκτάων·

690

ἀλλ᾽ ὥς τ᾽ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων

ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων

χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,

ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρώιροιο

ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε

695

χειρὶ μάλα μεγάληι, ὄτρυνε δὲ λαὸν ἅμ᾽ αὐτῶι.

αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·

φαίης κ᾽ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν

ἄντεσθ᾽ ἐν πολέμωι, ὡς ἐσσυμένως ἐμάχοντο.

τοῖσι δὲ μαρναμένοισιν ὅδ᾽ ἦν νόος· ἤτοι Ἀχαιοὶ

700

οὐκ ἔφασαν φεύξεσθαι ὑπ᾽ ἐκ κακοῦ, ἀλλ᾽ ὀλέεσθαι,

Τρωσὶν δ᾽ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου

νῆας ἐνιπρήσειν κτενέειν θ᾽ ἥρωας Ἀχαιούς.

οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·

Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο

705

καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν

ἐς Τροίην, οὐδ᾽ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.

τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε

δήιουν ἀλλήλους αὐτοσχεδόν· οὐδ᾽ ἄρα τοί γε

τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδ᾽ ἔτ᾽ ἀκόντων,

710

ἀλλ᾽ οἵ γ᾽ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες

ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνηισι μάχοντο

καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.

πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα

ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δ᾽ ἀπ᾽ ὤμων

715

ἀνδρῶν μαρναμένων· ῥέε δ᾽ αἵματι γαῖα μέλαινα.

Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει

ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·

οἴσετε πῦρ, ἅμα δ᾽ αὐτοὶ ἀολλέες ὄρνυτ᾽ ἀϋτήν·

νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε

720

νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι

ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,

οἵ μ᾽ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῆισι νέεσσιν

αὐτόν τ᾽ ἰσχανάασκον ἐρητύοντό τε λαόν·

ἀλλ᾽ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς

725

ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα μᾶλλον ἐπ᾽ Ἀργείοισιν ὄρουσαν.

Αἴας δ᾽ οὐκέτ᾽ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·

ἀλλ᾽ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι

θρῆνυν ἐφ᾽ ἑπταπόδην, λίπε δ᾽ ἴκρια νηὸς ἐΐσης.

730

ἔνθ᾽ ἄρ᾽ ὅ γ᾽ ἑστήκει δεδοκημένος, ἔγχεϊ δ᾽ αἰεὶ

Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·

αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·

ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος

ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.

735

ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,

ἦέ τι τεῖχος ἄρειον, ὅ κ᾽ ἀνδράσι λοιγὸν ἀμύναι;

οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,

ἧι κ᾽ ἀπαμυναίμεσθ᾽ ἑτεραλκέα δῆμον ἔχοντες·

ἀλλ᾽ ἐν γὰρ Τρώων πεδίωι πύκα θωρηκτάων

740

πόντωι κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·

τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίηι πολέμοιο.

ἦ, καὶ μαιμώων ἔφεπ᾽ ἔγχεϊ ὀξυόεντι.

ὅς τις δὲ Τρώων κοίληις ἐπὶ νηυσὶ φέροιτο

σὺν πυρὶ κηλείωι, χάριν Ἕκτορος ὀτρύναντος,

745

τὸν δ᾽ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῶι·

δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.