Homeri
Ilias (ca. 730)
Ἰλιάδος Φ
Μάχη παραποτάμιος.
|
|
___________________________________________________________________________________
|
|
Ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖοΞάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκεπρὸς πόλιν, ἧι περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο | |
5 | ἤματι τῶι προτέρωι, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ·τῆι ῥ᾽ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δ᾽ Ἥρηπίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,ἐν δ᾽ ἔπεσον μεγάλωι πατάγωι, βράχε δ᾽ αἰπὰ ῥέεθρα, |
10 | ὄχθαι δ᾽ ἀμφὶ περὶ μεγάλ᾽ ἴαχον· οἳ δ᾽ ἀλαλητῶιἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.ὡς δ᾽ ὅθ᾽ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονταιφευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθ᾽ ὕδωρ· |
15 | ὣς ὑπ᾽ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντοςπλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.
αὐτὰρ ὁ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ᾽ ὄχθηικεκλιμένον μυρίκηισιν, ὁ δ᾽ ἔσθορε δαίμονι ἶσοςφάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα, |
20 | τύπτε δ᾽ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ᾽ ἀεικὴςἄορι θεινομένων, ἐρυθαίνετο δ᾽ αἵματι ὕδωρ.ὡς δ᾽ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοιφεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμουδειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβηισιν· |
25 | ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθραπτῶσσον ὑπὸ κρημνούς. ὁ δ᾽ ἐπεὶ κάμε χεῖρας ἐναίρων,ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρουςποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς, |
30 | δῆσε δ᾽ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,δῶκε δ᾽ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.αὐτὰρ ὁ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.ἔνθ᾽ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο |
35 | ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτ᾽ αὐτὸςἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλονταἐννύχιος προμολών· ὁ δ᾽ ἐρινεὸν ὀξέϊ χαλκῶιτάμνε νέους ὄρπηκας, ἵν᾽ ἅρματος ἄντυγες εἶεν·τῶι δ᾽ ἄρ᾽ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς. |
40 | καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσενηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δ᾽ ἔδωκενἼμβριος Ἠετίων, πέμψεν δ᾽ ἐς δῖαν Ἀρίσβην·ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα. |
45 | ἕνδεκα δ᾽ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισινἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτηι δέ μιν αὖτιςχερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλεπέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.τὸν δ᾽ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς |
50 | γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ᾽ ἔχεν ἔγχος,ἀλλὰ τὰ μέν ῥ᾽ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼςφεύγοντ᾽ ἐκ ποταμοῦ, κάματος δ᾽ ὑπὸ γούνατ᾽ ἐδάμνα·ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὢ πόποι ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι· |
55 | ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνοναὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,οἷον δὴ καὶ ὅδ᾽ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρΛῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχεπόντος ἁλὸς πολιῆς, ὁ πολέας ἀέκοντας ἐρύκει. |
60 | ἀλλ᾽ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιογεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείωἢ ἄρ᾽ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξειγῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.ὣς ὅρμαινε μένων· ὁ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς |
65 | γούνων ἅψασθαι μεμαώς, περὶ δ᾽ ἤθελε θυμῶιἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.ἤτοι ὁ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺςοὐτάμεναι μεμαώς, ὁ δ᾽ ὑπέδραμε καὶ λάβε γούνωνκύψας· ἐγχείη δ᾽ ἄρ᾽ ὑπὲρ νώτου ἐνὶ γαίηι |
70 | ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.αὐτὰρ ὁ τῆι ἑτέρηι μὲν ἑλὼν ἐλλίσσετο γούνων,τῆι δ᾽ ἑτέρηι ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·γουνοῦμαι σ᾽ Ἀχιλεῦ· σὺ δέ μ᾽ αἴδεο καί μ᾽ ἐλέησον· |
75 | ἀντί τοί εἰμ᾽ ἱκέταο διοτρεφὲς αἰδοίοιο·πὰρ γὰρ σοὶ πρώτωι πασάμην Δημήτερος ἀκτὴνἤματι τῶι ὅτε μ᾽ εἷλες ἐϋκτιμένηι ἐν ἀλωῆι,καί μ᾽ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τεΛῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον. |
80 | νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστινἥδε δυωδεκάτη, ὅτ᾽ ἐς Ἴλιον εἰλήλουθαπολλὰ παθών· νῦν αὖ με τεῆις ἐν χερσὶν ἔθηκεμοῖρ᾽ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ |
85 | γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντοςἌλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσειΠήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.τοῦ δ᾽ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·τῆς δὲ δύω γενόμεσθα, σὺ δ᾽ ἄμφω δειροτομήσεις, |
90 | ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσαςἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·νῦν δὲ δὴ ἐνθάδ᾽ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐωσὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥ᾽ ἐπέλασσέ γε δαίμων.
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῆισι· |
95 | μή με κτεῖν᾽, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸςλισσόμενος ἐπέεσσιν, ἀμείλικτον δ᾽ ὄπ᾽ ἄκουσε·νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδ᾽ ἀγόρευε· |
100 | πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρτόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦενΤρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ᾽ ἐπέρασσα·νῦν δ᾽ οὐκ ἔσθ᾽ ὅς τις θάνατον φύγηι ὅν κε θεός γεἸλίου προπάροιθεν ἐμῆις ἐν χερσὶ βάληισι |
105 | καὶ πάντων Τρώων, περὶ δ᾽ αὖ Πριάμοιό γε παίδων.ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.οὐχ ὁράαις οἷος καὶ ἐγὼ καλός τε μέγας τε;πατρὸς δ᾽ εἴμ᾽ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ· |
110 | ἀλλ᾽ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρὁππότε τις καὶ ἐμεῖο Ἄρηι ἐκ θυμὸν ἕληταιἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῶι.ὣς φάτο, τοῦ δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· |
115 | ἔγχος μέν ῥ᾽ ἀφέηκεν, ὁ δ᾽ ἕζετο χεῖρε πετάσσαςἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺτύψε κατὰ κληῗδα παρ᾽ αὐχένα, πᾶν δέ οἱ εἴσωδῦ ξίφος ἄμφηκες· ὁ δ᾽ ἄρα πρηνὴς ἐπὶ γαίηικεῖτο ταθείς, ἐκ δ᾽ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. |
120 | τὸν δ᾽ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντ᾽ ἀγόρευεν·ἐνταυθοῖ νῦν κεῖσο μετ᾽ ἰχθύσιν, οἵ σ᾽ ὠτειλὴναἷμ᾽ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος |
125 | οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·θρώισκων τις κατὰ κῦμα μέλαιναν φρῖχ᾽ ὑπαΐξειἰχθύς, ὅς κε φάγηισι Λυκάονος ἀργέτα δημόν.φθείρεσθ᾽ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆςὑμεῖς μὲν φεύγοντες, ἐγὼ δ᾽ ὄπιθεν κεραΐζων. |
130 | οὐδ᾽ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνηςἀρκέσει, ὧι δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,ζωοὺς δ᾽ ἐν δίνηισι καθίετε μώνυχας ἵππους.ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντεςτίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν, |
135 | οὓς ἐπὶ νηυσὶ θοῆισιν ἐπέφνετε νόσφιν ἐμεῖο.ὣς ἄρ᾽ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,ὅρμηνεν δ᾽ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιοδῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος |
140 | Ἀστεροπαίωι ἐπᾶλτο κατακτάμεναι μενεαίνωνυἱέϊ Πηλεγόνος· τὸν δ᾽ Ἀξιὸς εὐρυρέεθροςγείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶνπρεσβυτάτη· τῆι γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.τῶι ῥ᾽ Ἀχιλεὺς ἐπόρουσεν, ὁ δ᾽ ἀντίος ἐκ ποταμοῖο |
145 | ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκεΞάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ᾽ ἐλέαιρεν.οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· |
150 | τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;δυστήνων δέ τε παῖδες ἐμῶι μένει ἀντιόωσι.τὸν δ᾽ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;εἴμ᾽ ἐκ Παιονίης ἐριβώλου τηλόθ᾽ ἐούσης |
155 | Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦνἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντοςἈξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δ᾽ ἐμέ φασι |
160 | γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμ᾽ Ἀχιλλεῦ.ὣς φάτ᾽ ἀπειλήσας, ὁ δ᾽ ἀνέσχετο δῖος ἈχιλλεὺςΠηλιάδα μελίην· ὁ δ᾽ ἁμαρτῆι δούρασιν ἀμφὶςἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.καί ῥ᾽ ἑτέρωι μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ |
165 | ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·τῶι δ᾽ ἑτέρωι μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸςδεξιτερῆς, σύτο δ᾽ αἷμα κελαινεφές· ἣ δ᾽ ὑπὲρ αὐτοῦγαίηι ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.δεύτερος αὖτ᾽ Ἀχιλεὺς μελίην ἰθυπτίωνα |
170 | Ἀστεροπαίωι ἐφῆκε κατακτάμεναι μενεαίνων.καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρτεν, ὁ δ᾽ ὑψηλὴν βάλεν ὄχθην,μεσσοπαγὲς δ᾽ ἄρ᾽ ἔθηκε κατ᾽ ὄχθης μείλινον ἔγχος.Πηλεΐδης δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦἆλτ᾽ ἐπί οἱ μεμαώς· ὁ δ᾽ ἄρα μελίην Ἀχιλῆος |
175 | οὐ δύνατ᾽ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείηι.τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῶιἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα. |
180 | γαστέρα γάρ μιν τύψε παρ᾽ ὀμφαλόν, ἐκ δ᾽ ἄρα πᾶσαιχύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψενἀσθμαίνοντ᾽· Ἀχιλεὺς δ᾽ ἄρ᾽ ἐνὶ στήθεσσιν ὀρούσαςτεύχεά τ᾽ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·κεῖσ᾽ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος |
185 | παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.τίκτέ μ᾽ ἀνὴρ πολλοῖσιν ἀνάσσων ΜυρμιδόνεσσιΠηλεὺς Αἰακίδης· ὁ δ᾽ ἄρ᾽ Αἰακὸς ἐκ Διὸς ἦεν. |
190 | τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τιχραισμεῖν· ἀλλ᾽ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,τῶι οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει, |
195 | οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσακαὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸνδεινήν τε βροντήν, ὅτ᾽ ἀπ᾽ οὐρανόθεν σμαραγήσηι. |
200 | ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,τὸν δὲ κατ᾽ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.τὸν μὲν ἄρ᾽ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντοδημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες· |
205 | αὐτὰρ ὁ βῆ ῥ᾽ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,οἵ ῥ᾽ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῆι ὑσμίνηιχέρσ᾽ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.ἔνθ᾽ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε |
210 | Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδ᾽ Ὀφελέστην·καί νύ κ᾽ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνηςἀνέρι εἰσάμενος, βαθέης δ᾽ ἐκ φθέγξατο δίνης·ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δ᾽ αἴσυλα ῥέζεις |
215 | ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,ἐξ ἐμέθεν γ᾽ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,οὐδέ τί πηι δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν |
220 | στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.ἀλλ᾽ ἄγε δὴ καὶ ἔασον· ἄγη μ᾽ ἔχει ὄρχαμε λαῶν.τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.Τρῶας δ᾽ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων, |
225 | πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναιἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·καὶ τότ᾽ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς |
230 | εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλ᾽ ἐπέτελλεΤρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθηιδείελος ὀψὲ δύων, σκιάσηι δ᾽ ἐρίβωλον ἄρουραν.ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσωικρημνοῦ ἀπαΐξας· ὁ δ᾽ ἐπέσσυτο οἴδματι θύων, |
235 | πάντα δ᾽ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺςπολλούς, οἵ ῥα κατ᾽ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν᾽ Ἀχιλλεύςτοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦροςχέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,κρύπτων ἐν δίνηισι βαθείηισιν μεγάληισι. |
240 | δεινὸν δ᾽ ἀμφ᾽ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,ὤθει δ᾽ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσινεἶχε στηρίξασθαι· ὁ δὲ πτελέην ἕλε χερσὶνεὐφυέα μεγάλην· ἣ δ᾽ ἐκ ῥιζῶν ἐριποῦσακρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα |
245 | ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸνεἴσω πᾶσ᾽ ἐριποῦσ᾽· ὁ δ᾽ ἄρ᾽ ἐκ δίνης ἀνορούσαςἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαιδείσας· οὐδέ τ᾽ ἔληγε θεὸς μέγας, ὦρτο δ᾽ ἐπ᾽ αὐτῶιἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο |
250 | δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.Πηλεΐδης δ᾽ ἀπόρουσεν ὅσον τ᾽ ἐπὶ δουρὸς ἐρωή,αἰετοῦ οἴματ᾽ ἔχων μέλανος τοῦ θηρητῆρος,ὅς θ᾽ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·τῶι ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς |
255 | σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶςφεῦγ᾽, ὁ δ᾽ ὄπισθε ῥέων ἕπετο μεγάλωι ὀρυμαγδῶι.ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρουἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύηιχερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων· |
260 | τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαιὀχλεῦνται· τὸ δέ τ᾽ ὦκα κατειβόμενον κελαρύζειχώρωι ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιοκαὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν. |
265 | ὁσσάκι δ᾽ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺςστῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντεςἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖοπλάζ᾽ ὤμους καθύπερθεν· ὁ δ᾽ ὑψόσε ποσσὶν ἐπήδα |
270 | θυμῶι ἀνιάζων· ποταμὸς δ᾽ ὑπὸ γούνατ᾽ ἐδάμναλάβρος ὕπαιθα ῥέων, κονίην δ᾽ ὑπέρεπτε ποδοῖιν.Πηλεΐδης δ᾽ ὤιμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστηἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι. |
275 | ἄλλος δ᾽ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·ἥ μ᾽ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάωνλαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.ὥς μ᾽ ὄφελ᾽ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γ᾽ ἔτραφ᾽ ἄριστος· |
280 | τώ κ᾽ ἀγαθὸς μὲν ἔπεφν᾽, ἀγαθὸν δέ κεν ἐξενάριξε·νῦν δέ με λευγαλέωι θανάτωι εἵμαρτο ἁλῶναιἐρχθέντ᾽ ἐν μεγάλωι ποταμῶι ὡς παῖδα συφορβόν,ὅν ῥά τ᾽ ἔναυλος ἀποέρσηι χειμῶνι περῶντα.ὣς φάτο, τῶι δὲ μάλ᾽ ὦκα Ποσειδάων καὶ Ἀθήνη |
285 | στήτην ἐγγὺς ἰόντε, δέμας δ᾽ ἄνδρεσσιν ἐΐκτην,χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ᾽ ἐπέεσσι.τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·Πηλεΐδη μήτ᾽ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν |
290 | Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·ὡς οὔ τοι ποταμῶι γε δαμήμεναι αἴσιμόν ἐστιν,ἀλλ᾽ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·αὐτάρ τοι πυκινῶς ὑποθησόμεθ᾽ αἴ κε πίθηαι·μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο |
295 | πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαιΤρωϊκόν, ὅς κε φύγηισι· σὺ δ᾽ Ἕκτορι θυμὸν ἀπούραςἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.τὼ μὲν ἄρ᾽ ὣς εἰπόντε μετ᾽ ἀθανάτους ἀπεβήτην·αὐτὰρ ὁ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή, |
300 | ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθ᾽ ὕδατος ἐκχυμένοιο,πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶνπλῶον καὶ νέκυες· τοῦ δ᾽ ὑψόσε γούνατ᾽ ἐπήδαπρὸς ῥόον ἀΐσσοντος ἀν᾽ ἰθύν, οὐδέ μιν ἴσχενεὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλ᾽ Ἀθήνη. |
305 | οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλ᾽ ἔτι μᾶλλονχώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιοὑψόσ᾽ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετ᾽ ἀΰσας·φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περσχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος |
310 | ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.ἀλλ᾽ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθραὕδατος ἐκ πηγέων, πάντας δ᾽ ὀρόθυνον ἐναύλους,ἵστη δὲ μέγα κῦμα, πολὺν δ᾽ ὀρυμαγδὸν ὄρινεφιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα |
315 | ὃς δὴ νῦν κρατέει, μέμονεν δ᾽ ὅ γε ἶσα θεοῖσι.φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδοςοὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνηςκείσεθ᾽ ὑπ᾽ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸνεἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας |
320 | μυρίον, οὐδέ οἱ ὀστέ᾽ ἐπιστήσονται Ἀχαιοὶἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.ἦ, καὶ ἐπῶρτ᾽ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων |
325 | μορμύρων ἀφρῶι τε καὶ αἵματι καὶ νεκύεσσι.πορφύρεον δ᾽ ἄρα κῦμα διιπετέος ποταμοῖοἵστατ᾽ ἀειρόμενον, κατὰ δ᾽ ἥιρεε Πηλεΐωνα·Ἥρη δὲ μέγ᾽ ἄϋσε περιδείσασ᾽ Ἀχιλῆϊμή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης, |
330 | αὐτίκα δ᾽ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρΞάνθον δινήεντα μάχηι ἠΐσκομεν εἶναι·ἀλλ᾽ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο |
335 | εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαιφλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρ᾽ ὄχθαςδένδρεα καῖ᾽, ἐν δ᾽ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπανμειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῆι· |
340 | μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλ᾽ ὁπότ᾽ ἂν δὴφθέγξομ᾽ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.ὣς ἔφαθ᾽, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.πρῶτα μὲν ἐν πεδίωι πῦρ δαίετο, καῖε δὲ νεκροὺςπολλούς, οἵ ῥα κατ᾽ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν᾽ Ἀχιλλεύς· |
345 | πᾶν δ᾽ ἐξηράνθη πεδίον, σχέτο δ᾽ ἀγλαὸν ὕδωρ.ὡς δ᾽ ὅτ᾽ ὀπωρινὸς Βορέης νεοαρδέ᾽ ἀλωὴναἶψ᾽ ἀγξηράνηι· χαίρει δέ μιν ὅς τις ἐθείρηι·ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δ᾽ ἄρα νεκροὺςκῆεν· ὁ δ᾽ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν. |
350 | καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·τείροντ᾽ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα |
355 | πνοιῆι τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.καίετο δ᾽ ἲς ποταμοῖο ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·Ἥφαιστ᾽, οὔ τις σοί γε θεῶν δύνατ᾽ ἀντιφερίζειν,οὐδ᾽ ἂν ἐγὼ σοί γ᾽ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.λῆγ᾽ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς |
360 | ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;φῆ πυρὶ καιόμενος, ἀνὰ δ᾽ ἔφλυε καλὰ ῥέεθρα.ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῶικνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιοπάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται, |
365 | ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ᾽ ὕδωρ·οὐδ᾽ ἔθελε προρέειν, ἀλλ᾽ ἴσχετο· τεῖρε δ᾽ ἀϋτμὴἩφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γ᾽ Ἥρηνπολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν |
370 | ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμιὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.ἀλλ᾽ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δ᾽ ἐπὶ καὶ τόδ᾽ ὀμοῦμαι,μή ποτ᾽ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, |
375 | μὴ δ᾽ ὁπότ᾽ ἂν Τροίη μαλερῶι πυρὶ πᾶσα δάηταικαιομένη, καίωσι δ᾽ ἀρήϊοι υἷες Ἀχαιῶν.αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε θεὰ λευκώλενος Ἥρη,αὐτίκ᾽ ἄρ᾽ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν |
380 | ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.ὣς ἔφαθ᾽, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,ἄψορρον δ᾽ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειταπαυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ· |
385 | ἐν δ᾽ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖαἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·σὺν δ᾽ ἔπεσον μεγάλωι πατάγωι, βράχε δ᾽ εὐρεῖα χθών,ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺςἥμενος Οὐλύμπωι· ἐγέλασσε δέ οἱ φίλον ἦτορ |
390 | γηθοσύνηι, ὅθ᾽ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.ἔνθ᾽ οἵ γ᾽ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρηςῥινοτόρος, καὶ πρῶτος Ἀθηναίηι ἐπόρουσεχάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·τίπτ᾽ αὖτ᾽ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις |
395 | θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;ἦ οὐ μέμνηι ὅτε Τυδεΐδην Διομήδε᾽ ἀνῆκαςοὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσαἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;τώ σ᾽ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας. |
400 | ὣς εἰπὼν οὔτησε κατ᾽ αἰγίδα θυσσανόεσσανσμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·τῆι μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῶι.ἣ δ᾽ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείηικείμενον ἐν πεδίωι μέλανα τρηχύν τε μέγαν τε, |
405 | τόν ῥ᾽ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·τῶι βάλε θοῦρον Ἄρηα κατ᾽ αὐχένα, λῦσε δὲ γυῖα.ἑπτὰ δ᾽ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,τεύχεά τ᾽ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα· |
410 | νηπύτι᾽ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείωνεὔχομ᾽ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.
οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκ᾽ Ἀχαιοὺςκάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις. |
415 | ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·τὸν δ᾽ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτηπυκνὰ μάλα στενάχοντα· μόγις δ᾽ ἐσαγείρετο θυμόν.τὴν δ᾽ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,αὐτίκ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· |
420 | ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνηκαὶ δ᾽ αὖθ᾽ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηαδηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.ὣς φάτ᾽, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῶι,καί ῥ᾽ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείηι |
425 | ἤλασε· τῆς δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
τὼ μὲν ἄρ᾽ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρηι,ἣ δ᾽ ἄρ᾽ ἐπευχομένη ἔπεα πτερόεντ᾽ ἀγόρευε·τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶεἶεν, ὅτ᾽ Ἀργείοισι μαχοίατο θωρηκτῆισιν, |
430 | ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτηἦλθεν Ἄρηι ἐπίκουρος ἐμῶι μένει ἀντιόωσα·τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιοἸλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη. |
435 | αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικενἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κ᾽ ἀμαχητὶἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε |
440 | καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.νηπύτι᾽ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περμέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶμοῦνοι νῶϊ θεῶν, ὅτ᾽ ἀγήνορι Λαομέδοντιπὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν |
445 | μισθῶι ἔπι ῥητῶι· ὁ δὲ σημαίνων ἐπέτελλεν.ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμαεὐρύ τε καὶ μάλα καλόν, ἵν᾽ ἄρρηκτος πόλις εἴη·Φοῖβε σὺ δ᾽ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκεςἼδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης. |
450 | ἀλλ᾽ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραιἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπανταΛαομέδων ἔκπαγλος, ἀπειλήσας δ᾽ ἀπέπεμπε.σὺν μὲν ὅ γ᾽ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθεδήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων· |
455 | στεῦτο δ᾽ ὅ γ᾽ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῶι.νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῶιμισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθ᾽ ἡμέωνπειρᾶι ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται |
460 | πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίηις ἀλόχοισιτὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·ἐννοσίγαι᾽ οὐκ ἄν με σαόφρονα μυθήσαιοἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξωδειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε |
465 | ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχισταπαυώμεσθα μάχης· οἳ δ᾽ αὐτοὶ δηριαάσθων.ὣς ἄρα φωνήσας πάλιν ἐτράπετ᾽· αἴδετο γάρ ῥαπατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμηισι. |
470 | τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶνἌρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκηνπᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως; |
475 | μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσωεὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.ὣς φάτο, τὴν δ᾽ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις |
480 | νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντί᾽ ἐμεῖοστήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαιτοξοφόρωι περ ἐούσηι, ἐπεὶ σὲ λέοντα γυναιξὶΖεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κ᾽ ἐθέληισθα. |
485 | ἤτοι βέλτερόν ἐστι κατ᾽ οὔρεα θῆρας ἐναίρεινἀγροτέρας τ᾽ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.εἰ δ᾽ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρ᾽ ἐῢ εἰδῆιςὅσσον φερτέρη εἴμ᾽, ὅτι μοι μένος ἀντιφερίζεις.ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῶι χεῖρας ἔμαρπτε |
490 | σκαιῆι, δεξιτερῆι δ᾽ ἄρ᾽ ἀπ᾽ ὤμων αἴνυτο τόξα,αὐτοῖσιν δ᾽ ἄρ᾽ ἔθεινε παρ᾽ οὔατα μειδιόωσαἐντροπαλιζομένην· ταχέες δ᾽ ἔκπιπτον ὀϊστοί.δακρυόεσσα δ᾽ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,ἥ ῥά θ᾽ ὑπ᾽ ἴρηκος κοίλην εἰσέπτατο πέτρην |
495 | χηραμόν· οὐδ᾽ ἄρα τῆι γε ἁλώμεναι αἴσιμον ἦεν·ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δ᾽ αὐτόθι τόξα.Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲπληκτίζεσθ᾽ ἀλόχοισι Διὸς νεφεληγερέταο· |
500 | ἀλλὰ μάλα πρόφρασσα μετ᾽ ἀθανάτοισι θεοῖσινεὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.ὣς ἄρ᾽ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξαπεπτεῶτ᾽ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς· |
505 | ἣ δ᾽ ἄρ᾽ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,ἀμφὶ δ᾽ ἄρ᾽ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷεἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·τίς νύ σε τοιάδ᾽ ἔρεξε φίλον τέκος Οὐρανιώνων |
510 | μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῆι;τὸν δ᾽ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·σή μ᾽ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· |
515 | αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληοςμὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνωι.οἳ δ᾽ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες· |
520 | κὰδ δ᾽ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ ἈχιλλεὺςΤρῶας ὁμῶς αὐτούς τ᾽ ὄλεκεν καὶ μώνυχας ἵππους.ὡς δ᾽ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηταιἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,πᾶσι δ᾽ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδε᾽ ἐφῆκεν, |
525 | ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδε᾽ ἔθηκεν.ἑστήκει δ᾽ ὁ γέρων Πρίαμος θείου ἐπὶ πύργου,ἐς δ᾽ ἐνόησ᾽ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπ᾽ αὐτοῦΤρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴγίγνεθ᾽· ὁ δ᾽ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε |
530 | ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·πεπταμένας ἐν χερσὶ πύλας ἔχετ᾽ εἰς ὅ κε λαοὶἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺςἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγι᾽ ἔσεσθαι.αὐτὰρ ἐπεί κ᾽ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες, |
535 | αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλωνἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι. |
540 | οἳ δ᾽ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖοδίψηι καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιοφεῦγον· ὁ δὲ σφεδανὸν ἔφεπ᾽ ἔγχεϊ, λύσσα δέ οἱ κῆραἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν, |
545 | εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκεφῶτ᾽ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.ἐν μέν οἱ κραδίηι θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸςἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοιφηγῶι κεκλιμένος· κεκάλυπτο δ᾽ ἄρ᾽ ἠέρι πολλῆι. |
550 | αὐτὰρ ὅ γ᾽ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθονἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆοςφεύγω, τῆι περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται, |
555 | αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.εἰ δ᾽ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσωΠηλεΐδηι Ἀχιλῆϊ, ποσὶν δ᾽ ἀπὸ τείχεος ἄλληιφεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρ᾽ ἂν ἵκωμαιἼδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω· |
560 | ἑσπέριος δ᾽ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖοἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;μή μ᾽ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσηικαί με μεταΐξας μάρψηι ταχέεσσι πόδεσσιν. |
565 | οὐκέτ᾽ ἔπειτ᾽ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ᾽ ἀνθρώπων.εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·καὶ γάρ θην τούτωι τρωτὸς χρὼς ὀξέϊ χαλκῶι,ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασ᾽ ἄνθρωποι |
570 | ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιοἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῶι |
575 | ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσηι·εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσηι ἠὲ βάληισιν,ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγειἀλκῆς, πρίν γ᾽ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ |
580 | οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτ᾽ Ἀχιλῆος.ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἀσπίδα μὲν πρόσθ᾽ ἔσχετο πάντοσ᾽ ἐΐσην,ἐγχείηι δ᾽ αὐτοῖο τιτύσκετο, καὶ μέγ᾽ ἀΰτει·ἦ δή που μάλ᾽ ἔολπας ἐνὶ φρεσὶ φαίδιμ᾽ Ἀχιλλεῦἤματι τῶιδε πόλιν πέρσειν Τρώων ἀγερώχων |
585 | νηπύτι᾽· ἦ τ᾽ ἔτι πολλὰ τετεύξεται ἄλγε᾽ ἐπ᾽ αὐτῆι.ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶνἼλιον εἰρυόμεσθα· σὺ δ᾽ ἐνθάδε πότμον ἐφέψειςὧδ᾽ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής. |
590 | ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,καί ῥ᾽ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ᾽ ἀφάμαρτεν.ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιοσμερδαλέον κονάβησε· πάλιν δ᾽ ἀπὸ χαλκὸς ὄρουσεβλημένου, οὐδ᾽ ἐπέρησε, θεοῦ δ᾽ ἠρύκακε δῶρα. |
595 | Πηλεΐδης δ᾽ ὁρμήσατ᾽ Ἀγήνορος ἀντιθέοιοδεύτερος· οὐδ᾽ ἔτ᾽ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῆι,ἡσύχιον δ᾽ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.αὐτὰρ ὁ Πηλεΐωνα δόλωι ἀποέργαθε λαοῦ· |
600 | αὐτῶι γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼςἔστη πρόσθε ποδῶν, ὁ δ᾽ ἐπέσσυτο ποσσὶ διώκειν·εἷος ὁ τὸν πεδίοιο διώκετο πυροφόροιοτρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδροντυτθὸν ὑπεκπροθέοντα· δόλωι δ᾽ ἄρ᾽ ἔθελγεν Ἀπόλλων |
605 | ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·τόφρ᾽ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλωιἀσπάσιοι προτὶ ἄστυ, πόλις δ᾽ ἔμπλητο ἀλέντων.οὐδ᾽ ἄρα τοί γ᾽ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸςμεῖναι ἔτ᾽ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι |
610 | ὅς τ᾽ ἔθαν᾽ ἐν πολέμωι· ἀλλ᾽ ἐσσυμένως ἐσέχυντοἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι. |