Homeri
Ilias (ca. 730)
Ἰλιάδος Η
Ἕκτορος καὶ Αἴαντος μονομαχία ·νεκρῶν ἀναίρεσις.
|
|
___________________________________________________________________________________
|
|
Ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,τῶι δ᾽ ἅμ᾽ Ἀλέξανδρος κί᾽ ἀδελφεός· ἐν δ᾽ ἄρα θυμῶιἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.ὡς δὲ θεὸς ναύτηισιν ἐελδομένοισιν ἔδωκεν | |
5 | οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστηις ἐλάτηισιπόντον ἐλαύνοντες, καμάτωι δ᾽ ὑπὸ γυῖα λέλυνται,ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
ἔνθ᾽ ἑλέτην ὁ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτοςἌρνηι ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης |
10 | γείνατ᾽ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·Ἕκτωρ δ᾽ Ἠϊονῆα βάλ᾽ ἔγχεϊ ὀξυόεντιαὐχέν᾽ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.Γλαῦκος δ᾽ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶνἸφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην |
15 | Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάωνὦμον· ὁ δ᾽ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
τοὺς δ᾽ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις ἈθήνηἈργείους ὀλέκοντας ἐνὶ κρατερῆι ὑσμίνηι,βῆ ῥα κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα |
20 | Ἴλιον εἰς ἱερήν· τῆι δ᾽ ἀντίος ὄρνυτ᾽ ἈπόλλωνΠεργάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῶι.τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·τίπτε σὺ δ᾽ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο |
25 | ἦλθες ἀπ᾽ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκηνδῶις; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
ἀλλ᾽ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα |
30 | σήμερον· ὕστερον αὖτε μαχήσοντ᾽ εἰς ὅ κε τέκμωρἸλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῶιὑμῖν ἀθανάτηισι, διαπραθέειν τόδε ἄστυ.
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·ὧδ᾽ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ |
35 | ἦλθον ἀπ᾽ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.ἀλλ᾽ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
τὴν δ᾽ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος |
40 | ἀντίβιον μαχέσασθαι ἐν αἰνῆι δηϊοτῆτι,οἳ δέ κ᾽ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶοἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίωι.
ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.τῶν δ᾽ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῶι |
45 | βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·στῆ δὲ παρ᾽ Ἕκτορ᾽ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντεἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, |
50 | αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστοςἀντίβιον μαχέσασθαι ἐν αἰνῆι δηϊοτῆτι·οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·ὣς γὰρ ἐγὼ ὄπ᾽ ἄκουσα θεῶν αἰειγενετάων.
ὣς ἔφαθ᾽, Ἕκτωρ δ᾽ αὖτε χάρη μέγα μῦθον ἀκούσας, |
55 | καί ῥ᾽ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,μέσσου δουρὸς ἑλών· οἳ δ᾽ ἱδρύνθησαν ἅπαντες.κὰδ δ᾽ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·κὰδ δ᾽ ἄρ᾽ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλωνἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι |
60 | φηγῶι ἐφ᾽ ὑψηλῆι πατρὸς Διὸς αἰγιόχοιοἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ᾽ αὐτῆς, |
65 | τοῖαι ἄρα στίχες εἵατ᾽ Ἀχαιῶν τε Τρώων τεἐν πεδίωι· Ἕκτωρ δὲ μετ᾽ ἀμφοτέροισιν ἔειπε·κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν, |
70 | ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισινεἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητεἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.ὑμῖν δ᾽ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει |
75 | δεῦρ᾽ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίωι.ὧδε δὲ μυθέομαι, Ζεὺς δ᾽ ἄμμ᾽ ἐπιμάρτυρος ἔστω·εἰ μέν κεν ἐμὲ κεῖνος ἕληι ταναήκεϊ χαλκῶι,τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,σῶμα δὲ οἴκαδ᾽ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με |
80 | Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.εἰ δέ κ᾽ ἐγὼ τὸν ἕλω, δώηι δέ μοι εὖχος Ἀπόλλων,τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω, |
85 | ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντωι.καί ποτέ τις εἴπηισι καὶ ὀψιγόνων ἀνθρώπωννηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος, |
90 | ὅν ποτ᾽ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.ὥς ποτέ τις ἐρέει· τὸ δ᾽ ἐμὸν κλέος οὔ ποτ᾽ ὀλεῖται.
ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῆι·αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ᾽ ὑποδέχθαι·ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε |
95 | νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῶι·ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτ᾽ Ἀχαιοί·ἦ μὲν δὴ λώβη τάδε γ᾽ ἔσσεται αἰνόθεν αἰνῶςεἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.ἀλλ᾽ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε |
100 | ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·τῶιδε δ᾽ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθενίκης πείρατ᾽ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ |
105 | Ἕκτορος ἐν παλάμηισιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,αὐτός τ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωνδεξιτερῆς ἕλε χειρὸς ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ |
110 | ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,μηδ᾽ ἔθελ᾽ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαιἝκτορι Πριαμίδηι, τόν τε στυγέουσι καὶ ἄλλοι.καὶ δ᾽ Ἀχιλεὺς τούτωι γε μάχηι ἔνι κυδιανείρηιἔρριγ᾽ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων. |
115 | ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,τούτωι δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.εἴ περ ἀδειής τ᾽ ἐστὶ καὶ εἰ μόθου ἔστ᾽ ἀκόρητος,φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγηισιδηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
|
120 | ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρωςαἴσιμα παρειπών, ὁ δ᾽ ἐπείθετο· τοῦ μὲν ἔπειταγηθόσυνοι θεράποντες ἀπ᾽ ὤμων τεύχε᾽ ἕλοντο·Νέστωρ δ᾽ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει. |
125 | ἦ κε μέγ᾽ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺςἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ᾽ ἀγορητής,ὅς ποτέ μ᾽ εἰρόμενος μέγ᾽ ἐγήθεεν ὧι ἐνὶ οἴκωιπάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.τοὺς νῦν εἰ πτώσσοντας ὑφ᾽ Ἕκτορι πάντας ἀκούσαι, |
130 | πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραιθυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλονἡβῶιμ᾽ ὡς ὅτ᾽ ἐπ᾽ ὠκυρόωι Κελάδοντι μάχοντοἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι |
135 | Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.τοῖσι δ᾽ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼςτεύχε᾽ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτοςδίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτηνἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες |
140 | οὕνεκ᾽ ἄρ᾽ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῶι,ἀλλὰ σιδηρείηι κορύνηι ῥήγνυσκε φάλαγγας.τὸν Λυκόοργος ἔπεφνε δόλωι, οὔ τι κράτεΐ γε,στεινωπῶι ἐν ὁδῶι ὅθ᾽ ἄρ᾽ οὐ κορύνη οἱ ὄλεθρονχραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς |
145 | δουρὶ μέσον περόνησεν, ὁ δ᾽ ὕπτιος οὔδει ἐρείσθη·τεύχεα δ᾽ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,δῶκε δ᾽ Ἐρευθαλίωνι φίλωι θεράποντι φορῆναι· |
150 | τοῦ ὅ γε τεύχε᾽ ἔχων προκαλίζετο πάντας ἀρίστους.
οἳ δὲ μάλ᾽ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·ἀλλ᾽ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζεινθάρσεϊ ὧι· γενεῆι δὲ νεώτατος ἔσκον ἁπάντων·καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
|
155 | τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.εἴθ᾽ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·τώ κε τάχ᾽ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.ὑμέων δ᾽ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν |
160 | οὐδ᾽ οἳ προφρονέως μέμαθ᾽ Ἕκτορος ἀντίον ἐλθεῖν.
ὣς νείκεσσ᾽ ὁ γέρων, οἳ δ᾽ ἐννέα πάντες ἀνέσταν.ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,τῶι δ᾽ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,τοῖσι δ᾽ ἐπ᾽ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, |
165 | τοῖσι δ᾽ ἐπ᾽ Ἰδομενεὺς καὶ ὀπάων ἸδομενῆοςΜηριόνης ἀτάλαντος Ἐνυαλίωι ἀνδρειφόντηι,τοῖσι δ᾽ ἐπ᾽ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·πάντες ἄρ᾽ οἵ γ᾽ ἔθελον πολεμίζειν Ἕκτορι δίωι. |
170 | τοῖς δ᾽ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·κλήρωι νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχηισιν·οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,καὶ δ᾽ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγηισιδηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
|
175 | ὣς ἔφαθ᾽, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,ἐν δ᾽ ἔβαλον κυνέηι Ἀγαμέμνονος Ἀτρεΐδαο.λαοὶ δ᾽ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, |
180 | ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.
ὣς ἄρ᾽ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,ἐκ δ᾽ ἔθορε κλῆρος κυνέης ὃν ἄρ᾽ ἤθελον αὐτοὶΑἴαντος· κῆρυξ δὲ φέρων ἀν᾽ ὅμιλον ἁπάντηιδεῖξ᾽ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν. |
185 | οἳ δ᾽ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.ἀλλ᾽ ὅτε δὴ τὸν ἵκανε φέρων ἀν᾽ ὅμιλον ἁπάντηιὅς μιν ἐπιγράψας κυνέηι βάλε φαίδιμος Αἴας,ἤτοι ὑπέσχεθε χεῖρ᾽, ὁ δ᾽ ἄρ᾽ ἔμβαλεν ἄγχι παραστάς,γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῶι. |
190 | τὸν μὲν πὰρ πόδ᾽ ἑὸν χαμάδις βάλε φώνησέν τε·ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸςθυμῶι, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.ἀλλ᾽ ἄγετ᾽ ὄφρ᾽ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,τόφρ᾽ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι |
195 | σιγῆι ἐφ᾽ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·οὐ γάρ τίς με βίηι γε ἑκὼν ἀέκοντα δίηταιοὐδέ τι ἰδρείηι, ἐπεὶ οὐδ᾽ ἐμὲ νήϊδά γ᾽ οὕτωςἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.
|
200 | ὣς ἔφαθ᾽, οἳ δ᾽ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστεδὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ, |
205 | ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.
ὣς ἄρ᾽ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῶι.αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,σεύατ᾽ ἔπειθ᾽ οἷός τε πελώριος ἔρχεται Ἄρης,ὅς τ᾽ εἶσιν πόλεμον δὲ μετ᾽ ἀνέρας οὕς τε Κρονίων |
210 | θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.τοῖος ἄρ᾽ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶνμειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶνἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες, |
215 | Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,Ἕκτορί τ᾽ αὐτῶι θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·ἀλλ᾽ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδ᾽ ἀναδῦναιἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμηι.Αἴας δ᾽ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον |
220 | χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχωνσκυτοτόμων ὄχ᾽ ἄριστος Ὕληι ἔνι οἰκία ναίων,ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειονταύρων ζατρεφέων, ἐπὶ δ᾽ ὄγδοον ἤλασε χαλκόν.τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας |
225 | στῆ ῥα μάλ᾽ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶοςοἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασικαὶ μετ᾽ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.ἀλλ᾽ ὁ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι |
230 | κεῖτ᾽ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·ἡμεῖς δ᾽ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμενκαὶ πολέες· ἀλλ᾽ ἄρχε μάχης ἠδὲ πτολέμοιο.
τὸν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν |
235 | μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζεἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ᾽ ἀνδροκτασίας τε·οἶδ᾽ ἐπὶ δεξιά, οἶδ᾽ ἐπ᾽ ἀριστερὰ νωμῆσαι βῶνἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν· |
240 | οἶδα δ᾽ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·οἶδα δ᾽ ἐνὶ σταδίηι δηΐωι μέλπεσθαι Ἄρηϊ.ἀλλ᾽ οὐ γάρ σ᾽ ἐθέλω βαλέειν τοιοῦτον ἐόνταλάθρηι ὀπιπεύσας, ἀλλ᾽ ἀμφαδόν, αἴ κε τύχωμι.
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, |
245 | καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειονἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπ᾽ αὐτῶι.ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,ἐν τῆι δ᾽ ἑβδομάτηι ῥινῶι σχέτο· δεύτερος αὖτεΑἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος, |
250 | καὶ βάλε Πριαμίδαο κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην.διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶναἔγχος· ὁ δ᾽ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. |
255 | τὼ δ᾽ ἐκσπασσαμένω δολίχ᾽ ἔγχεα χερσὶν ἅμ᾽ ἄμφωσύν ῥ᾽ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισινἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,οὐδ᾽ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή. |
260 | Αἴας δ᾽ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,τμήδην δ᾽ αὐχέν᾽ ἐπῆλθε, μέλαν δ᾽ ἀνεκήκιεν αἷμα,ἀλλ᾽ οὐδ᾽ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,ἀλλ᾽ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείηι |
265 | κείμενον ἐν πεδίωι μέλανα τρηχύν τε μέγαν τε·τῶι βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειονμέσσον ἐπομφάλιον· περιήχησεν δ᾽ ἄρα χαλκός.δεύτερος αὖτ᾽ Αἴας πολὺ μείζονα λᾶαν ἀείραςἧκ᾽ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν᾽ ἀπέλεθρον, |
270 | εἴσω δ᾽ ἀσπίδ᾽ ἔαξε βαλὼν μυλοειδέϊ πέτρωι,βλάψε δέ οἱ φίλα γούναθ᾽· ὁ δ᾽ ὕπτιος ἐξετανύσθηἀσπίδι ἐγχριμφθείς· τὸν δ᾽ αἶψ᾽ ὤρθωσεν Ἀπόλλων.καί νύ κε δὴ ξιφέεσσ᾽ αὐτοσχεδὸν οὐτάζοντο,εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν |
275 | ἦλθον, ὁ μὲν Τρώων, ὁ δ᾽ Ἀχαιῶν χαλκοχιτώνων,Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·μέσσωι δ᾽ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθονκῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον· |
280 | ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,ἄμφω δ᾽ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.νὺξ δ᾽ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·Ἰδαῖ᾽ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι· |
285 | αὐτὸς γὰρ χάρμηι προκαλέσσατο πάντας ἀρίστους.ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ἧι περ ἂν οὗτος.
τὸν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τεκαὶ πινυτήν, περὶ δ᾽ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι, |
290 | νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτοςσήμερον· ὕστερον αὖτε μαχησόμεθ᾽ εἰς ὅ κε δαίμωνἄμμε διακρίνηι, δώηι δ᾽ ἑτέροισί γε νίκην.νὺξ δ᾽ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,ὡς σύ τ᾽ ἐϋφρήνηις πάντας παρὰ νηυσὶν Ἀχαιούς, |
295 | σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτοςΤρῶας ἐϋφρανέω καὶ Τρωιάδας ἑλκεσιπέπλους,αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.δῶρα δ᾽ ἄγ᾽ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω, |
300 | ὄφρά τις ὧδ᾽ εἴπηισιν Ἀχαιῶν τε Τρώων τε·ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,ἠδ᾽ αὖτ᾽ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.
ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλονσὺν κολεῶι τε φέρων καὶ ἐϋτμήτωι τελαμῶνι· |
305 | Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.τὼ δὲ διακρινθέντε ὁ μὲν μετὰ λαὸν Ἀχαιῶνἤϊ᾽, ὁ δ᾽ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους· |
310 | καί ῥ᾽ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.Αἴαντ᾽ αὖθ᾽ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶεἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκηι.
οἳ δ᾽ ὅτε δὴ κλισίηισιν ἐν Ἀτρεΐδαο γένοντο,τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων |
315 | ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.τὸν δέρον ἀμφί θ᾽ ἕπον, καί μιν διέχευαν ἅπαντα,μίστυλλόν τ᾽ ἄρ᾽ ἐπισταμένως πεῖράν τ᾽ ὀβελοῖσιν,ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα, |
320 | δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·νώτοισιν δ᾽ Αἴαντα διηνεκέεσσι γέραιρενἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν |
325 | Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον |
330 | ἐσκέδασ᾽ ὀξὺς Ἄρης, ψυχαὶ δ᾽ Ἄϊδος δὲ κατῆλθον·τώ σε χρὴ πόλεμον μὲν ἅμ᾽ ἠοῖ παῦσαι Ἀχαιῶν,αὐτοὶ δ᾽ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺςβουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺςτυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κ᾽ ὀστέα παισὶν ἕκαστος |
335 | οἴκαδ᾽ ἄγηι ὅτ᾽ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
τύμβον δ᾽ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντεςἄκριτον ἐκ πεδίου· ποτὶ δ᾽ αὐτὸν δείμομεν ὦκαπύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.ἐν δ᾽ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας, |
340 | ὄφρα δι᾽ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,ἥ χ᾽ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,μή ποτ᾽ ἐπιβρίσηι πόλεμος Τρώων ἀγερώχων.
ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἐπήινησαν βασιλῆες. |
345 | Τρώων αὖτ᾽ ἀγορὴ γένετ᾽ Ἰλίου ἐν πόλει ἄκρηιδεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρηισι·τοῖσιν δ᾽ Ἀντήνωρ πεπνυμένος ἦρχ᾽ ἀγορεύειν·κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι,ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. |
350 | δεῦτ᾽ ἄγετ᾽ Ἀργείην Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῆιδώομεν Ἀτρεΐδηισιν ἄγειν· νῦν δ᾽ ὅρκια πιστὰψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖνἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.
ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο· τοῖσι δ᾽ ἀνέστη |
355 | δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·Ἀντῆνορ σὺ μὲν οὐκέτ᾽ ἐμοὶ φίλα ταῦτ᾽ ἀγορεύεις·οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.εἰ δ᾽ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, |
360 | ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
αὐτὰρ ἐγὼ Τρώεσσι μεθ᾽ ἱπποδάμοις ἀγορεύσω·ἀντικρὺ δ᾽ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·κτήματα δ᾽ ὅσσ᾽ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶπάντ᾽ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ᾽ ἐπιθεῖναι.
|
365 | ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο· τοῖσι δ᾽ ἀνέστηΔαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι,ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. |
370 | νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·ἠῶθεν δ᾽ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆαςεἰπέμεν Ἀτρεΐδηις Ἀγαμέμνονι καὶ Μενελάωιμῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε· |
375 | καὶ δὲ τόδ᾽ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κ᾽ ἐθέλωσιπαύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺςκήομεν· ὕστερον αὖτε μαχησόμεθ᾽ εἰς ὅ κε δαίμωνἄμμε διακρίνηι, δώηι δ᾽ ἑτέροισί γε νίκην.
ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο· |
380 | δόρπον ἔπειθ᾽ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·ἠῶθεν δ᾽ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·τοὺς δ᾽ εὗρ᾽ εἰν ἀγορῆι Δαναοὺς θεράποντας Ἄρηοςνηῒ πάρα πρύμνηι Ἀγαμέμνονος· αὐτὰρ ὁ τοῖσιστὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ· |
385 | Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶνἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶεἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·κτήματα μὲν ὅσ᾽ Ἀλέξανδρος κοίληις ἐνὶ νηυσὶν |
390 | ἠγάγετο Τροίηνδ᾽· ὡς πρὶν ὤφελλ᾽ ἀπολέσθαι·πάντ᾽ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλ᾽ ἐπιθεῖναι·κουριδίην δ᾽ ἄλοχον Μενελάου κυδαλίμοιοοὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.καὶ δὲ τόδ᾽ ἠνώγεον εἰπεῖν ἔπος αἴ κ᾽ ἐθέλητε |
395 | παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺςκήομεν· ὕστερον αὖτε μαχησόμεθ᾽ εἰς ὅ κε δαίμωνἄμμε διακρίνηι, δώηι δ᾽ ἑτέροισί γε νίκην.
ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῆι·ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· |
400 | μήτ᾽ ἄρ τις νῦν κτήματ᾽ Ἀλεξάνδροιο δεχέσθωμήθ᾽ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστινὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ᾽ ἐφῆπται.
ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶνμῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο· |
405 | καὶ τότ᾽ ἄρ᾽ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·Ἰδαῖ᾽ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούειςὥς τοι ὑποκρίνονται· ἐμοὶ δ᾽ ἐπιανδάνει οὕτωςἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων |
410 | γίγνετ᾽ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.
ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,ἄψορρον δ᾽ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.οἳ δ᾽ ἕατ᾽ εἰν ἀγορῆι Τρῶες καὶ Δαρδανίωνες |
415 | πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ᾽ ἄρ᾽ ἔλθοιἸδαῖος· ὁ δ᾽ ἄρ᾽ ἦλθε καὶ ἀγγελίην ἀπέειπεστὰς ἐν μέσσοισιν· τοὶ δ᾽ ὁπλίζοντο μάλ᾽ ὦκα,ἀμφότερον νέκυάς τ᾽ ἀγέμεν ἕτεροι δὲ μεθ᾽ ὕλην·Ἀργεῖοι δ᾽ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν |
420 | ὀτρύνοντο νέκυς τ᾽ ἀγέμεν, ἕτεροι δὲ μεθ᾽ ὕλην.
Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούραςἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖοοὐρανὸν εἰσανιών· οἳ δ᾽ ἤντεον ἀλλήλοισιν.ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον· |
425 | ἀλλ᾽ ὕδατι νίζοντες ἄπο βρότον αἱματόενταδάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.οὐδ᾽ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῆινεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν. |
430 | ὣς δ᾽ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶνεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
ἦμος δ᾽ οὔτ᾽ ἄρ πω ἠώς, ἔτι δ᾽ ἀμφιλύκη νύξ,τῆμος ἄρ᾽ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν, |
435 | τύμβον δ᾽ ἀμφ᾽ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντεςἄκριτον ἐκ πεδίου, ποτὶ δ᾽ αὐτὸν τεῖχος ἔδειμανπύργους θ᾽ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.ἐν δ᾽ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,ὄφρα δι᾽ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· |
440 | ἔκτοσθεν δὲ βαθεῖαν ἐπ᾽ αὐτῶι τάφρον ὄρυξανεὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.
ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῆιθηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων. |
445 | τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπ᾽ ἀπείρονα γαῖανὅς τις ἔτ᾽ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;οὐχ ὁράαις ὅτι δ᾽ αὖτε κάρη κομόωντες Ἀχαιοὶτεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον |
450 | ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;τοῦ δ᾽ ἤτοι κλέος ἔσται ὅσον τ᾽ ἐπικίδναται ἠώς·τοῦ δ᾽ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλωνἥρωι Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· |
455 | ὢ πόποι ἐννοσίγαι᾽ εὐρυσθενές, οἷον ἔειπες.ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·σὸν δ᾽ ἤτοι κλέος ἔσται ὅσον τ᾽ ἐπικίδναται ἠώς.ἄγρει μὰν ὅτ᾽ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ |
460 | οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαντεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,αὖτις δ᾽ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, |
465 | δύσετο δ᾽ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.νῆες δ᾽ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαιπολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,τόν ῥ᾽ ἔτεχ᾽ Ὑψιπύλη ὑπ᾽ Ἰήσονι ποιμένι λαῶν.
|
470 | χωρὶς δ᾽ Ἀτρεΐδηις Ἀγαμέμνονι καὶ Μενελάωιδῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,ἄλλοι μὲν χαλκῶι, ἄλλοι δ᾽ αἴθωνι σιδήρωι,ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ᾽ αὐτῆισι βόεσσιν, |
475 | ἄλλοι δ᾽ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶδαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδ᾽ ἐπίκουροι·παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺςσμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ἥιρει· |
480 | οἶνον δ᾽ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτληπρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.κοιμήσαντ᾽ ἄρ᾽ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο. |