BIBLIOTHECA AUGUSTANA

 

Homeri

Ilias (ca. 730)

 

Ἰλιάδος Θ

 

 

κόλος μάχη.

 

___________________________________________________________________________________

 

 

 

ὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ᾽ αἶαν,

Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος

ἀκροτάτηι κορυφῆι πολυδειράδος Οὐλύμποιο·

αὐτὸς δέ σφ᾽ ἀγόρευε, θεοὶ δ᾽ ὑπὸ πάντες ἄκουον·

5

κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,

ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην

πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ᾽ ἅμα πάντες

αἰνεῖτ᾽, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.

10

ὃν δ᾽ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω

ἐλθόντ᾽ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι

πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·

ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα

τῆλε μάλ᾽, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,

15

ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,

τόσσον ἔνερθ᾽ Ἀΐδεω ὅσον οὐρανός ἐστ᾽ ἀπὸ γαίης·

γνώσετ᾽ ἔπειθ᾽ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.

εἰ δ᾽ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·

σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες

20

πάντές τ᾽ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·

ἀλλ᾽ οὐκ ἂν ἐρύσαιτ᾽ ἐξ οὐρανόθεν πεδίον δὲ

Ζῆν᾽ ὕπατον μήστωρ᾽, οὐδ᾽ εἰ μάλα πολλὰ κάμοιτε.

ἀλλ᾽ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,

αὐτῆι κεν γαίηι ἐρύσαιμ᾽ αὐτῆι τε θαλάσσηι·

25

σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο

δησαίμην, τὰ δέ κ᾽ αὖτε μετήορα πάντα γένοιτο.

τόσσον ἐγὼ περί τ᾽ εἰμὶ θεῶν περί τ᾽ εἴμ᾽ ἀνθρώπων.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῆι

μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.

30

ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων

εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·

ἀλλ᾽ ἔμπης Δαναῶν ὀλοφυρόμεθ᾽ αἰχμητάων,

οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.

35

ἀλλ᾽ ἤτοι πολέμου μὲν ἀφεξόμεθ᾽ ὡς σὺ κελεύεις·

βουλὴν δ᾽ Ἀργείοις ὑποθησόμεθ᾽ ἥ τις ὀνήσει,

ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.

 

τὴν δ᾽ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·

θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῶι

40

πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.

 

ὣς εἰπὼν ὑπ᾽ ὄχεσφι τιτύσκετο χαλκόποδ᾽ ἵππω

ὠκυπέτα χρυσέηισιν ἐθείρηισιν κομόωντε,

χρυσὸν δ᾽ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ᾽ ἱμάσθλην

χρυσείην εὔτυκτον, ἑοῦ δ᾽ ἐπεβήσετο δίφρου,

45

μάστιξεν δ᾽ ἐλάαν· τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην

μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.

Ἴδην δ᾽ ἵκανεν πολυπίδακα μητέρα θηρῶν

Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.

ἔνθ᾽ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε

50

λύσας ἐξ ὀχέων, κατὰ δ᾽ ἠέρα πουλὺν ἔχευεν.

αὐτὸς δ᾽ ἐν κορυφῆισι καθέζετο κύδεϊ γαίων

εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.

 

οἳ δ᾽ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ

ῥίμφα κατὰ κλισίας, ἀπὸ δ᾽ αὐτοῦ θωρήσσοντο.

55

Τρῶες δ᾽ αὖθ᾽ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο

παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι

χρειοῖ ἀναγκαίηι, πρό τε παίδων καὶ πρὸ γυναικῶν.

πᾶσαι δ᾽ ὠΐγνυντο πύλαι, ἐκ δ᾽ ἔσσυτο λαός,

πεζοί θ᾽ ἱππῆές τε· πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.

 

60

οἳ δ᾽ ὅτε δή ῥ᾽ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο

σύν ῥ᾽ ἔβαλον ῥινούς, σὺν δ᾽ ἔγχεα καὶ μένε᾽ ἀνδρῶν

χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι

ἔπληντ᾽ ἀλλήληισι, πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.

ἔνθα δ᾽ ἅμ᾽ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν

65

ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ᾽ αἵματι γαῖα.

 

ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,

τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο, πῖπτε δὲ λαός.

ἦμος δ᾽ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,

καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·

70

ἐν δ᾽ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο

Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,

ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ᾽ αἴσιμον ἦμαρ Ἀχαιῶν.

αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρηι

ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·

75

αὐτὸς δ᾽ ἐξ Ἴδης μεγάλ᾽ ἔκτυπε, δαιόμενον δὲ

ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες

θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.

 

ἔνθ᾽ οὔτ᾽ Ἰδομενεὺς τλῆ μίμνειν οὔτ᾽ Ἀγαμέμνων,

οὔτε δύ᾽ Αἴαντες μενέτην θεράποντες Ἄρηος·

80

Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν

οὔ τι ἑκών, ἀλλ᾽ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῶι

δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο

ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων

κρανίωι ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.

85

ἀλγήσας δ᾽ ἀνέπαλτο, βέλος δ᾽ εἰς ἐγκέφαλον δῦ,

σὺν δ᾽ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῶι.

ὄφρ᾽ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε

φασγάνωι ἀΐσσων, τόφρ᾽ Ἕκτορος ὠκέες ἵπποι

ἦλθον ἀν᾽ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες

90

Ἕκτορα· καί νύ κεν ἔνθ᾽ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν

εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·

σμερδαλέον δ᾽ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·

διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ

πῆι φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλωι;

95

μή τίς τοι φεύγοντι μεταφρένωι ἐν δόρυ πήξηι·

ἀλλὰ μέν᾽ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.

ὣς ἔφατ᾽, οὐδ᾽ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,

ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.

Τυδεΐδης δ᾽ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,

100

στῆ δὲ πρόσθ᾽ ἵππων Νηληϊάδαο γέροντος,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,

σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,

ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.

105

ἀλλ᾽ ἄγ᾽ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι

οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο

κραιπνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,

οὕς ποτ᾽ ἀπ᾽ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.

τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ

110

Τρωσὶν ἐφ᾽ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ

εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμηισιν.

 

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.

Νεστορέας μὲν ἔπειθ᾽ ἵππους θεράποντε κομείτην

ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.

115

τὼ δ᾽ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·

Νέστωρ δ᾽ ἐν χείρεσσι λάβ᾽ ἡνία σιγαλόεντα,

μάστιξεν δ᾽ ἵππους· τάχα δ᾽ Ἕκτορος ἄγχι γένοντο.

 

τοῦ δ᾽ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·

καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρτεν, ὁ δ᾽ ἡνίοχον θεράποντα

120

υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα

ἵππων ἡνί᾽ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.

ἤριπε δ᾽ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι

ὠκύποδες· τοῦ δ᾽ αὖθι λύθη ψυχή τε μένος τε.

Ἕκτορα δ᾽ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·

125

τὸν μὲν ἔπειτ᾽ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου

κεῖσθαι, ὁ δ᾽ ἡνίοχον μέθεπε θρασύν· οὐδ᾽ ἄρ᾽ ἔτι δὴν

ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν

Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ᾽ ἵππων

ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.

 

130

ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,

καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,

εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·

βροντήσας δ᾽ ἄρα δεινὸν ἀφῆκ᾽ ἀργῆτα κεραυνόν,

κὰδ δὲ πρόσθ᾽ ἵππων Διομήδεος ἧκε χαμᾶζε·

135

δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,

τὼ δ᾽ ἵππω δείσαντε καταπτήτην ὑπ᾽ ὄχεσφι·

Νέστορα δ᾽ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,

δεῖσε δ᾽ ὅ γ᾽ ἐν θυμῶι, Διομήδεα δὲ προσέειπε·

Τυδεΐδη ἄγε δ᾽ αὖτε φόβον δ᾽ ἔχε μώνυχας ἵππους.

140

ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ᾽ ἀλκή;

νῦν μὲν γὰρ τούτωι Κρονίδης Ζεὺς κῦδος ὀπάζει

σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κ᾽ ἐθέληισι,

δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο

οὐδὲ μάλ᾽ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.

 

145

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·

ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·

ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·

Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ᾽ ἀγορεύων·

Τυδεΐδης ὑπ᾽ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.

150

ὥς ποτ᾽ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.

 

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.

εἴ περ γάρ σ᾽ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,

ἀλλ᾽ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες

155

καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,

τάων ἐν κονίηισι βάλες θαλεροὺς παρακοίτας.

 

ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους

αὖτις ἀν᾽ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ

ἠχῆι θεσπεσίηι βέλεα στονόεντα χέοντο.

160

τῶι δ᾽ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·

Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι

ἕδρηι τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·

νῦν δέ σ᾽ ἀτιμήσουσι· γυναικὸς ἄρ᾽ ἀντὶ τέτυξο.

ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο

165

πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας

ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.

 

ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν

ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.

τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,

170

τρὶς δ᾽ ἄρ᾽ ἀπ᾽ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς

σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.

Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.

175

γιγνώσκω δ᾽ ὅτι μοι πρόφρων κατένευσε Κρονίων

νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·

νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο

ἀβλήχρ᾽ οὐδενόσωρα· τὰ δ᾽ οὐ μένος ἁμὸν ἐρύξει·

ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.

180

ἀλλ᾽ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῆισι γένωμαι,

μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,

ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς

Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.

 

ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·

185

Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε

νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν

Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος

ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν

οἶνόν τ᾽ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,

190

ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.

 

ἀλλ᾽ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν

ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει

πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,

αὐτὰρ ἀπ᾽ ὤμοιιν Διομήδεος ἱπποδάμοιο

195

δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.

εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς

αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.

 

ὣς ἔφατ᾽ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,

σείσατο δ᾽ εἰνὶ θρόνωι, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,

200

καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·

ὢ πόποι ἐννοσίγαι᾽ εὐρυσθενές, οὐδέ νυ σοί περ

ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.

οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ᾽ ἀνάγουσι

πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.

205

εἴ περ γάρ κ᾽ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,

Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,

αὐτοῦ κ᾽ ἔνθ᾽ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδηι.

 

τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·

Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.

210

οὐκ ἂν ἔγωγ᾽ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι

ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.

 

ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

τῶν δ᾽ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε

πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων

215

εἰλομένων· εἴλει δὲ θοῶι ἀτάλαντος Ἄρηϊ

Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.

καί νύ κ᾽ ἐνέπρησεν πυρὶ κηλέωι νῆας ἐΐσας,

εἰ μὴ ἐπὶ φρεσὶ θῆκ᾽ Ἀγαμέμνονι πότνια Ἥρη

αὐτῶι ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.

220

βῆ δ᾽ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν

πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείηι,

στῆ δ᾽ ἐπ᾽ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνηι,

ἥ ῥ᾽ ἐν μεσσάτωι ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,

ἠμὲν ἐπ᾽ Αἴαντος κλισίας Τελαμωνιάδαο

225

ἠδ᾽ ἐπ᾽ Ἀχιλλῆος, τοί ῥ᾽ ἔσχατα νῆας ἐΐσας

εἴρυσαν, ἠνορέηι πίσυνοι καὶ κάρτεϊ χειρῶν·

ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·

αἰδὼς Ἀργεῖοι, κάκ᾽ ἐλέγχεα, εἶδος ἀγητοί·

πῆι ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,

230

ἃς ὁπότ᾽ ἐν Λήμνωι κενεαυχέες ἠγοράασθε,

ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων

πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,

Τρώων ἄνθ᾽ ἑκατόν τε διηκοσίων τε ἕκαστος

στήσεσθ᾽ ἐν πολέμωι· νῦν δ᾽ οὐδ᾽ ἑνὸς ἄξιοί εἰμεν

235

Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέωι.

Ζεῦ πάτερ, ἦ ῥά τιν᾽ ἤδη ὑπερμενέων βασιλήων

τῆιδ᾽ ἄτηι ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;

οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν

νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,

240

ἀλλ᾽ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί᾽ ἔκηα

ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.

ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·

αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,

μηδ᾽ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.

 

245

ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,

νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδ᾽ ἀπολέσθαι.

αὐτίκα δ᾽ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,

νεβρὸν ἔχοντ᾽ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·

πὰρ δὲ Διὸς βωμῶι περικαλλέϊ κάββαλε νεβρόν,

250

ἔνθα πανομφαίωι Ζηνὶ ῥέζεσκον Ἀχαιοί.

οἳ δ᾽ ὡς οὖν εἴδονθ᾽ ὅ τ᾽ ἄρ᾽ ἐκ Διὸς ἤλυθεν ὄρνις,

μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.

 

ἔνθ᾽ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων

εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους

255

τάφρου τ᾽ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,

ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν

Φραδμονίδην Ἀγέλαον· ὁ μὲν φύγαδ᾽ ἔτραπεν ἵππους·

τῶι δὲ μεταστρεφθέντι μεταφρένωι ἐν δόρυ πῆξεν

ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·

260

ἤριπε δ᾽ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῶι.

 

τὸν δὲ μετ᾽ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,

τοῖσι δ᾽ ἐπ᾽ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,

τοῖσι δ᾽ ἐπ᾽ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος

Μηριόνης ἀτάλαντος Ἐνυαλίωι ἀνδρειφόντηι,

265

τοῖσι δ᾽ ἐπ᾽ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·

Τεῦκρος δ᾽ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,

στῆ δ᾽ ἄρ᾽ ὑπ᾽ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.

ἔνθ᾽ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γ᾽ ἥρως

παπτήνας, ἐπεὶ ἄρ τιν᾽ ὀϊστεύσας ἐν ὁμίλωι

270

βεβλήκοι, ὁ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,

αὐτὰρ ὁ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν

εἰς Αἴανθ᾽· ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῶι.

 

ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;

Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ᾽ Ὀφελέστην

275

Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην

καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,

πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρηι.

τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·

280

στῆ δὲ παρ᾽ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·

Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν

βάλλ᾽ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι

πατρί τε σῶι Τελαμῶνι, ὅ σ᾽ ἔτρεφε τυτθὸν ἐόντα,

καί σε νόθον περ ἐόντα κομίσσατο ὧι ἐνὶ οἴκωι·

285

τὸν καὶ τηλόθ᾽ ἐόντα ἐϋκλείης ἐπίβησον.

σοὶ δ᾽ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·

αἴ κέν μοι δώηι Ζεύς τ᾽ αἰγίοχος καὶ Ἀθήνη

Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,

πρώτωι τοι μετ᾽ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,

290

ἢ τρίποδ᾽ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν

ἠὲ γυναῖχ᾽, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·

Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν

ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι

295

παύομαι, ἀλλ᾽ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθ᾽ αὐτοὺς

ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.

ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,

πάντες δ᾽ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·

τοῦτον δ᾽ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.

 

300

ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν

Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·

καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρθ᾽, ὁ δ᾽ ἀμύμονα Γοργυθίωνα

υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῶι,

τόν ῥ᾽ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ

305

καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῆισι.

μήκων δ᾽ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τ᾽ ἐνὶ κήπωι

καρπῶι βριθομένη νοτίηισί τε εἰαρινῆισιν,

ὣς ἑτέρωσ᾽ ἤμυσε κάρη πήληκι βαρυνθέν.

 

Τεῦκρος δ᾽ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν

310

Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.

ἀλλ᾽ ὅ γε καὶ τόθ᾽ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·

ἀλλ᾽ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα

ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·

ἤριπε δ᾽ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι

315

ὠκύποδες· τοῦ δ᾽ αὖθι λύθη ψυχή τε μένος τε.

Ἕκτορα δ᾽ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·

τὸν μὲν ἔπειτ᾽ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,

Κεβριόνην δ᾽ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα

ἵππων ἡνί᾽ ἑλεῖν· ὁ δ᾽ ἄρ᾽ οὐκ ἀπίθησεν ἀκούσας.

320

αὐτὸς δ᾽ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος

σμερδαλέα ἰάχων· ὁ δὲ χερμάδιον λάβε χειρί,

βῆ δ᾽ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.

ἤτοι ὁ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,

θῆκε δ᾽ ἐπὶ νευρῆι· τὸν δ᾽ αὖ κορυθαίολος Ἕκτωρ

325

αὐερύοντα παρ᾽ ὦμον, ὅθι κληῒς ἀποέργει

αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,

τῆι ῥ᾽ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθωι ὀκριόεντι,

ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῶι,

στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.

330

Αἴας δ᾽ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,

ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.

τὸν μὲν ἔπειθ᾽ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι

Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ

νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.

 

335

ἂψ δ᾽ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·

οἳ δ᾽ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·

Ἕκτωρ δ᾽ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.

ὡς δ᾽ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος

ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων

340

ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,

ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,

αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.

αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν

φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,

345

οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,

ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι

χεῖρας ἀνίσχοντες μεγάλ᾽ εὐχετόωντο ἕκαστος·

Ἕκτωρ δ᾽ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους

Γοργοῦς ὄμματ᾽ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.

 

350

τοὺς δὲ ἰδοῦσ᾽ ἐλέησε θεὰ λευκώλενος Ἥρη,

αἶψα δ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·

ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ

ὀλλυμένων Δαναῶν κεκαδησόμεθ᾽ ὑστάτιόν περ;

οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται

355

ἀνδρὸς ἑνὸς ῥιπῆι, ὁ δὲ μαίνεται οὐκέτ᾽ ἀνεκτῶς

Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.

 

τὴν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

καὶ λίην οὗτός γε μένος θυμόν τ᾽ ὀλέσειε

χερσὶν ὑπ᾽ Ἀργείων φθίμενος ἐν πατρίδι γαίηι·

360

ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῆισι

σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·

οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν

τειρόμενον σώεσκον ὑπ᾽ Εὐρυσθῆος ἀέθλων.

ἤτοι ὁ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς

365

τῶι ἐπαλεξήσουσαν ἀπ᾽ οὐρανόθεν προΐαλλεν.

εἰ γὰρ ἐγὼ τάδε ἤιδε᾽ ἐνὶ φρεσὶ πευκαλίμηισιν

εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν

ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,

οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.

370

νῦν δ᾽ ἐμὲ μὲν στυγέει, Θέτιδος δ᾽ ἐξήνυσε βουλάς,

ἥ οἱ γούνατ᾽ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,

λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.

ἔσται μὰν ὅτ᾽ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπηι.

ἀλλὰ σὰ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,

375

ὄφρ᾽ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο

τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι

ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ

γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,

ἦ τις καὶ Τρώων κορέει κύνας ἠδ᾽ οἰωνοὺς

380

δημῶι καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.

 

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.

ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους

Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·

αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο

385

πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ᾽ οὔδει

ποικίλον, ὅν ῥ᾽ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,

ἣ δὲ χιτῶν᾽ ἐνδῦσα Διὸς νεφεληγερέταο

τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.

ἐς δ᾽ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ᾽ ἔγχος

390

βριθὺ μέγα στιβαρόν, τῶι δάμνησι στίχας ἀνδρῶν

ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.

Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ᾽ ἄρ᾽ ἵππους·

αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,

τῆις ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε

395

ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ᾽ ἐπιθεῖναι.

τῆι ῥα δι᾽ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.

 

Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ᾽ ἄρ᾽ αἰνῶς,

Ἶριν δ᾽ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·

βάσκ᾽ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδ᾽ ἔα ἄντην

400

ἔρχεσθ᾽· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.

ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

γυιώσω μέν σφωϊν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους,

αὐτὰς δ᾽ ἐκ δίφρου βαλέω κατά θ᾽ ἅρματα ἄξω·

οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς

405

ἕλκε᾽ ἀπαλθήσεσθον, ἅ κεν μάρπτηισι κεραυνός·

ὄφρα ἰδῆι γλαυκῶπις ὅτ᾽ ἂν ὧι πατρὶ μάχηται.

Ἥρηι δ᾽ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·

αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.

 

ὣς ἔφατ᾽, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,

410

βῆ δ᾽ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.

πρώτηισιν δὲ πύληισι πολυπτύχου Οὐλύμποιο

ἀντομένη κατέρυκε, Διὸς δέ σφ᾽ ἔννεπε μῦθον·

πῆι μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;

οὐκ ἐάαι Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.

415

ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ἧι τελέει περ,

γυιώσειν μὲν σφῶϊν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους,

αὐτὰς δ᾽ ἐκ δίφρου βαλέειν κατά θ᾽ ἅρματα ἄξειν·

οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς

ἕλκε᾽ ἀπαλθήσεσθον, ἅ κεν μάρπτηισι κεραυνός·

420

ὄφρα ἰδῆις γλαυκῶπι ὅτ᾽ ἂν σῶι πατρὶ μάχηαι.

Ἥρηι δ᾽ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·

αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπηι·

ἀλλὰ σύ γ᾽ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε

τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.

 

425

ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πόδας ὠκέα Ἶρις,

αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·

ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτ᾽ ἔγωγε

νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·

τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,

430

ὅς κε τύχηι· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῶι

Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.

 

ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·

τῆισιν δ᾽ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,

καὶ τοὺς μὲν κατέδησαν ἐπ᾽ ἀμβροσίηισι κάπηισιν,

435

ἅρματα δ᾽ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·

αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον

μίγδ᾽ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.

 

Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους

Οὔλυμπον δὲ δίωκε, θεῶν δ᾽ ἐξίκετο θώκους.

440

τῶι δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,

ἅρματα δ᾽ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·

αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς

ἕζετο, τῶι δ᾽ ὑπὸ ποσσὶ μέγας πελεμίζετ᾽ Ὄλυμπος.

αἳ δ᾽ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη

445

ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδ᾽ ἐρέοντο·

αὐτὰρ ὁ ἔγνω ἧισιν ἐνὶ φρεσὶ φώνησέν τε·

τίφθ᾽ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;

οὐ μέν θην κάμετόν γε μάχηι ἔνι κυδιανείρηι

ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.

450

πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,

οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ᾽ ἐν Ὀλύμπωι.

σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα

πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.

ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·

455

οὐκ ἂν ἐφ᾽ ὑμετέρων ὀχέων πληγέντε κεραυνῶι

ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵν᾽ ἀθανάτων ἕδος ἐστίν.

 

ὣς ἔφαθ᾽, αἳ δ᾽ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·

πλησίαι αἵ γ᾽ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.

ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε

460

σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ἥιρει·

Ἥρηι δ᾽ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·

αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.

εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·

ἀλλ᾽ ἔμπης Δαναῶν ὀλοφυρόμεθ᾽ αἰχμητάων,

465

οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.

ἀλλ᾽ ἤτοι πολέμου μὲν ἀφεξόμεθ᾽, εἰ σὺ κελεύεις·

βουλὴν δ᾽ Ἀργείοις ὑποθησόμεθ᾽ ἥ τις ὀνήσει,

ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.

 

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

470

ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα

ὄψεαι, αἴ κ᾽ ἐθέληισθα, βοῶπις πότνια Ἥρη

ὀλλύντ᾽ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·

οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ

πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,

475

ἤματι τῶι ὅτ᾽ ἂν οἳ μὲν ἐπὶ πρύμνηισι μάχωνται

στείνει ἐν αἰνοτάτωι περὶ Πατρόκλοιο θανόντος·

ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δ᾽ ἐγὼ οὐκ ἀλεγίζω

χωομένης, οὐδ᾽ εἴ κε τὰ νείατα πείραθ᾽ ἵκηαι

γαίης καὶ πόντοιο, ἵν᾽ Ἰάπετός τε Κρόνος τε

480

ἥμενοι οὔτ᾽ αὐγῆις Ὑπερίονος Ἠελίοιο

τέρποντ᾽ οὔτ᾽ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·

οὐδ᾽ ἢν ἔνθ᾽ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε

σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.

 

ὣς φάτο, τὸν δ᾽ οὔ τι προσέφη λευκώλενος Ἥρη.

485

ἐν δ᾽ ἔπεσ᾽ Ὠκεανῶι λαμπρὸν φάος ἠελίοιο

ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.

Τρωσὶν μέν ῥ᾽ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς

ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.

 

Τρώων αὖτ᾽ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ

490

νόσφι νεῶν ἀγαγὼν ποταμῶι ἔπι δινήεντι,

ἐν καθαρῶι ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.

ἐξ ἵππων δ᾽ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον

τόν ῥ᾽ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δ᾽ ἄρα χειρὶ

ἔγχος ἔχ᾽ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς

495

αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,

τῶι ὅ γ᾽ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·

κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι·

νῦν ἐφάμην νῆάς τ᾽ ὀλέσας καὶ πάντας Ἀχαιοὺς

ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·

500

ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα

Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.

ἀλλ᾽ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνηι

δόρπά τ᾽ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους

λύσαθ᾽ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετ᾽ ἐδωδήν·

505

ἐκ πόλιος δ᾽ ἄξεσθε βόας καὶ ἴφια μῆλα

καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε

σῖτόν τ᾽ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,

ὥς κεν παννύχιοι μέσφ᾽ ἠοῦς ἠριγενείης

καίωμεν πυρὰ πολλά, σέλας δ᾽ εἰς οὐρανὸν ἵκηι,

510

μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ

φεύγειν ὁρμήσωνται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.

μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,

ἀλλ᾽ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσηι

βλήμενος ἢ ἰῶι ἢ ἔγχεϊ ὀξυόεντι

515

νηὸς ἐπιθρώισκων, ἵνα τις στυγέηισι καὶ ἄλλος

Τρωσὶν ἐφ᾽ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.

κήρυκες δ᾽ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων

παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας

λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·

520

θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη

πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω

μὴ λόχος εἰσέλθηισι πόλιν λαῶν ἀπεόντων.

ὧδ᾽ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·

μῦθος δ᾽ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,

525

τὸν δ᾽ ἠοῦς Τρώεσσι μεθ᾽ ἱπποδάμοις ἀγορεύσω.

ἔλπομαι εὐχόμενος Διί τ᾽ ἄλλοισίν τε θεοῖσιν

ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,

οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.

ἀλλ᾽ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,

530

πρῶϊ δ᾽ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες

νηυσὶν ἔπι γλαφυρῆισιν ἐγείρομεν ὀξὺν Ἄρηα.

εἴσομαι εἴ κέ μ᾽ ὁ Τυδεΐδης κρατερὸς Διομήδης

πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν

χαλκῶι δηιώσας ἔναρα βροτόεντα φέρωμαι.

535

αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ᾽ ἐμὸν ἔγχος

μείνηι ἐπερχόμενον· ἀλλ᾽ ἐν πρώτοισιν ὀΐω

κείσεται οὐτηθείς, πολέες δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι

ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς

εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,

540

τιοίμην δ᾽ ὡς τίετ᾽ Ἀθηναίη καὶ Ἀπόλλων,

ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.

 

ὣς Ἕκτωρ ἀγόρευ᾽, ἐπὶ δὲ Τρῶες κελάδησαν.

οἳ δ᾽ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,

δῆσαν δ᾽ ἱμάντεσσι παρ᾽ ἅρμασιν οἷσιν ἕκαστος·

545

ἐκ πόλιος δ᾽ ἄξοντο βόας καὶ ἴφια μῆλα

καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,

σῖτόν τ᾽ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.

κνίσην δ᾽ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.

οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας

εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.

555

ὡς δ᾽ ὅτ᾽ ἐν οὐρανῶι ἄστρα φαεινὴν ἀμφὶ σελήνην

φαίνετ᾽ ἀριπρεπέα, ὅτε τ᾽ ἔπλετο νήνεμος αἰθήρ·

ἔκ τ᾽ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι

καὶ νάπαι· οὐρανόθεν δ᾽ ἄρ᾽ ὑπερράγη ἄσπετος αἰθήρ,

πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·

560

τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων

Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.

χίλι᾽ ἄρ᾽ ἐν πεδίωι πυρὰ καίετο, πὰρ δὲ ἑκάστωι

εἴατο πεντήκοντα σέλαι πυρὸς αἰθομένοιο.

ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας

565

ἑσταότες παρ᾽ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.