Homeri
Ilias (ca. 730)
Ἰλιάδος Ζ
Ἕκτορος καὶ Ἀνδρομάχης ὁμιλία.
|
|
___________________________________________________________________________________
|
|
Τρώων δ᾽ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·πολλὰ δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθ᾽ ἴθυσε μάχη πεδίοιοἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦραμεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
| |
5 | Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος ἈχαιῶνΤρώων ῥῆξε φάλαγγα, φόως δ᾽ ἑτάροισιν ἔθηκεν,ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρήικεσσι τέτυκτουἱὸν Ἐϋσσώρου Ἀκάμαντ᾽ ἠΰν τε μέγαν τε.τόν ῥ᾽ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, |
10 | ἐν δὲ μετώπωι πῆξε, πέρησε δ᾽ ἄρ᾽ ὀστέον εἴσωαἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
Ἄξυλον δ᾽ ἄρ᾽ ἔπεφνε βοὴν ἀγαθὸς ΔιομήδηςΤευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένηι ἐν Ἀρίσβηιἀφνειὸς βιότοιο, φίλος δ᾽ ἦν ἀνθρώποισι. |
15 | πάντας γὰρ φιλέεσκεν ὁδῶι ἔπι οἰκία ναίων.ἀλλά οἱ οὔ τις τῶν γε τότ᾽ ἤρκεσε λυγρὸν ὄλεθρονπρόσθεν ὑπαντιάσας, ἀλλ᾽ ἄμφω θυμὸν ἀπηύρααὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ᾽ ἵππωνἔσκεν ὑφηνίοχος· τὼ δ᾽ ἄμφω γαῖαν ἐδύτην.
|
20 | Δρῆσον δ᾽ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·βῆ δὲ μετ᾽ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφηνηῒς Ἀβαρβαρέη τέκ᾽ ἀμύμονι Βουκολίωνι.Βουκολίων δ᾽ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντοςπρεσβύτατος γενεῆι, σκότιον δέ ἑ γείνατο μήτηρ· |
25 | ποιμαίνων δ᾽ ἐπ᾽ ὄεσσι μίγη φιλότητι καὶ εὐνῆι,ἣ δ᾽ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖαΜηκιστηϊάδης καὶ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα.Ἀστύαλον δ᾽ ἄρ᾽ ἔπεφνε μενεπτόλεμος Πολυποίτης· |
30 | Πιδύτην δ᾽ Ὀδυσεὺς Περκώσιον ἐξενάριξενἔγχεϊ χαλκείωι, Τεῦκρος δ᾽ Ἀρετάονα δῖον.Ἀντίλοχος δ᾽ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῶιΝεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ᾽ ὄχθας |
35 | Πήδασον αἰπεινήν. Φύλακον δ᾽ ἕλε Λήϊτος ἥρωςφεύγοντ᾽· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
Ἄδρηστον δ᾽ ἄρ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαοςζωὸν ἕλ᾽· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιοὄζωι ἔνι βλαφθέντε μυρικίνωι ἀγκύλον ἅρμα |
40 | ἄξαντ᾽ ἐν πρώτωι ῥυμῶι αὐτὼ μὲν ἐβήτηνπρὸς πόλιν, ἧι περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,αὐτὸς δ᾽ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθηπρηνὴς ἐν κονίηισιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστηἈτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος. |
45 | Ἄδρηστος δ᾽ ἄρ᾽ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·ζώγρει Ἀτρέος υἱέ, σὺ δ᾽ ἄξια δέξαι ἄποινα·πολλὰ δ᾽ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖταιχαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα |
50 | εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.
ὣς φάτο, τῶι δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·καὶ δή μιν τάχ᾽ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶνδώσειν ὧι θεράποντι καταξέμεν· ἀλλ᾽ Ἀγαμέμνωνἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα· |
55 | ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτωςἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκονπρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρονχεῖράς θ᾽ ἡμετέρας, μηδ᾽ ὅν τινα γαστέρι μήτηρκοῦρον ἐόντα φέροι, μηδ᾽ ὃς φύγοι, ἀλλ᾽ ἅμα πάντες |
60 | Ἰλίου ἐξαπολοίατ᾽ ἀκήδεστοι καὶ ἄφαντοι.
ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρωςαἴσιμα παρειπών· ὁ δ᾽ ἀπὸ ἕθεν ὤσατο χειρὶἥρω᾽ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνωνοὖτα κατὰ λαπάρην· ὁ δ᾽ ἀνετράπετ᾽, Ἀτρεΐδης δὲ |
65 | λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.
Νέστωρ δ᾽ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηοςμή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθεμιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται, |
70 | ἀλλ᾽ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοινεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ᾽ ἈχαιῶνἼλιον εἰσανέβησαν ἀναλκείηισι δαμέντες, |
75 | εἰ μὴ ἄρ᾽ Αἰνείαι τε καὶ Ἕκτορι εἶπε παραστὰςΠριαμίδης Ἕλενος οἰωνοπόλων ὄχ᾽ ἄριστος·Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλισταΤρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ᾽ ἄριστοιπᾶσαν ἐπ᾽ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε, |
80 | στῆτ᾽ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάωνπάντηι ἐποιχόμενοι πρὶν αὖτ᾽ ἐν χερσὶ γυναικῶνφεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ᾽ αὖθι μένοντες, |
85 | καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δ᾽ ἔπειταμητέρι σῆι καὶ ἐμῆι· ἣ δὲ ξυνάγουσα γεραιὰςνηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρηιοἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο |
90 | πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστοςεἶναι ἐνὶ μεγάρωι καί οἱ πολὺ φίλτατος αὐτῆι,θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῶιἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ᾽ ἐλεήσηι |
95 | ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,ὥς κεν Τυδέος υἱὸν ἀπόσχηι Ἰλίου ἱρῆςἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.οὐδ᾽ Ἀχιλῆά ποθ᾽ ὧδέ γ᾽ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν, |
100 | ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλ᾽ ὅδε λίηνμαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.
ὣς ἔφαθ᾽, Ἕκτωρ δ᾽ οὔ τι κασιγνήτωι ἀπίθησεν.αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,πάλλων δ᾽ ὀξέα δοῦρα κατὰ στρατὸν ὤιχετο πάντηι |
105 | ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.οἳ δ᾽ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·Ἀργεῖοι δ᾽ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,φὰν δέ τιν᾽ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντοςΤρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν. |
110 | Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ᾽ ἐπίκουροιἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,ὄφρ᾽ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσινεἴπω βουλευτῆισι καὶ ἡμετέρηις ἀλόχοισι |
115 | δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ᾽ ἑκατόμβας.
ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸνἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
Γλαῦκος δ᾽ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς |
120 | ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντε,τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;οὐ μὲν γάρ ποτ᾽ ὄπωπα μάχηι ἔνι κυδιανείρηι |
125 | τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντωνσῶι θάρσει, ὅ τ᾽ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·δυστήνων δέ τε παῖδες ἐμῶι μένει ἀντιόωσιν.εἰ δέ τις ἀθανάτων γε κατ᾽ οὐρανοῦ εἰλήλουθας,οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην. |
130 | οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργοςδὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήναςσεῦε κατ᾽ ἠγάθεον Νυσήϊον· αἳ δ᾽ ἅμα πᾶσαιθύσθλα χαμαὶ κατέχευαν ὑπ᾽ ἀνδροφόνοιο Λυκούργου |
135 | θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶςδύσεθ᾽ ἁλὸς κατὰ κῦμα, Θέτις δ᾽ ὑπεδέξατο κόλπωιδειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῆι.τῶι μὲν ἔπειτ᾽ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδ᾽ ἄρ᾽ ἔτι δὴν |
140 | ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·οὐδ᾽ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,ἆσσον ἴθ᾽ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ᾽ ἵκηαι.
τὸν δ᾽ αὖθ᾽ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός· |
145 | Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.φύλλα τὰ μέν τ᾽ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ᾽ ὕλητηλεθόωσα φύει, ἔαρος δ᾽ ἐπιγίγνεται ὥρη·ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δ᾽ ἀπολήγει. |
150 | εἰ δ᾽ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ᾽ ἐῢ εἰδῆιςἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·ἔστι πόλις Ἐφύρη μυχῶι Ἄργεος ἱπποβότοιο,ἔνθα δὲ Σίσυφος ἔσκεν, ὁ κέρδιστος γένετ᾽ ἀνδρῶν,Σίσυφος Αἰολίδης· ὁ δ᾽ ἄρα Γλαῦκον τέκεθ᾽ υἱόν, |
155 | αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·τῶι δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴνὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῶι,ὅς ῥ᾽ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρωι ἐδάμασσε. |
160 | τῶι δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ᾽ Ἄντειακρυπταδίηι φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τιπεῖθ᾽ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·τεθναίης ὦ Προῖτ᾽, ἢ κάκτανε Βελλεροφόντην, |
165 | ὅς μ᾽ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσηι.ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·κτεῖναι μέν ῥ᾽ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῶι,πέμπε δέ μιν Λυκίην δέ, πόρεν δ᾽ ὅ γε σήματα λυγρὰγράψας ἐν πίνακι πτυκτῶι θυμοφθόρα πολλά, |
170 | δεῖξαι δ᾽ ἠνώγειν ὧι πενθερῶι ὄφρ᾽ ἀπόλοιτο.αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπ᾽ ἀμύμονι πομπῆι.
ἀλλ᾽ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν. |
175 | ἀλλ᾽ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼςκαὶ τότε μιν ἐρέεινε καὶ ἤιτεε σῆμα ἰδέσθαιὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε |
180 | πεφνέμεν· ἣ δ᾽ ἄρ᾽ ἔην θεῖον γένος οὐδ᾽ ἀνθρώπων,πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι· |
185 | καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.τῶι δ᾽ ἄρ᾽ ἀνερχομένωι πυκινὸν δόλον ἄλλον ὕφαινε·κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστουςεἷσε λόχον· τοὶ δ᾽ οὔ τι πάλιν οἶκον δὲ νέοντο· |
190 | πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.ἀλλ᾽ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντααὐτοῦ μιν κατέρυκε, δίδου δ᾽ ὅ γε θυγατέρα ἥν,δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων |
195 | καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.ἣ δ᾽ ἔτεκε τρία τέκνα δαΐφρονι ΒελλεροφόντηιἼσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.Λαοδαμείηι μὲν παρελέξατο μητίετα Ζεύς,ἣ δ᾽ ἔτεκ᾽ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν. |
200 | ἀλλ᾽ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,ἤτοι ὁ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτοὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιομαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι· |
205 | τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.Ἱππόλοχος δέ μ᾽ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·πέμπε δέ μ᾽ ἐς Τροίην, καί μοι μάλα πόλλ᾽ ἐπέτελλεναἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ᾽ ἄριστοι |
210 | ἔν τ᾽ Ἐφύρηι ἐγένοντο καὶ ἐν Λυκίηι εὐρείηι.ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρηι,αὐτὰρ ὁ μειλιχίοισι προσηύδα ποιμένα λαῶν· |
215 | ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντηνξείνισ᾽ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ᾽ ἐρύξας·οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν, |
220 | Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλονκαί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ᾽ ἐμοῖσι.Τυδέα δ᾽ οὐ μέμνημαι, ἐπεί μ᾽ ἔτι τυτθὸν ἐόντακάλλιφ᾽, ὅτ᾽ ἐν Θήβηισιν ἀπώλετο λαὸς Ἀχαιῶν.
τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσωι |
225 | εἰμί, σὺ δ᾽ ἐν Λυκίηι ὅτε κεν τῶν δῆμον ἵκωμαι.ἔγχεα δ᾽ ἀλλήλων ἀλεώμεθα καὶ δι᾽ ὁμίλου·πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ᾽ ἐπίκουροικτείνειν ὅν κε θεός γε πόρηι καὶ ποσσὶ κιχείω,πολλοὶ δ᾽ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι. |
230 | τεύχεα δ᾽ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδεγνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ᾽ εἶναι.
ὣς ἄρα φωνήσαντε καθ᾽ ἵππων ἀΐξαντεχεῖράς τ᾽ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·ἔνθ᾽ αὖτε Γλαύκωι Κρονίδης φρένας ἐξέλετο Ζεύς, |
235 | ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχε᾽ ἄμειβεχρύσεα χαλκείων, ἑκατόμβοι᾽ ἐννεαβοίων.
Ἕκτωρ δ᾽ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,ἀμφ᾽ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρεςεἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε |
240 | καὶ πόσιας· ὁ δ᾽ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγειπάσας ἑξείης· πολλῆισι δὲ κήδε᾽ ἐφῆπτο.
ἀλλ᾽ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ᾽ ἵκανεξεστῆις αἰθούσηισι τετυγμένον· αὐτὰρ ἐν αὐτῶιπεντήκοντ᾽ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο |
245 | πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδεςκοιμῶντο Πριάμοιο παρὰ μνηστῆις ἀλόχοισι,κουράων δ᾽ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆςδώδεκ᾽ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιοπλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ |
250 | κοιμῶντο Πριάμοιο παρ᾽ αἰδοίηις ἀλόχοισιν·ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρΛαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας; |
255 | ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶνμαρνάμενοι περὶ ἄστυ· σὲ δ᾽ ἐνθάδε θυμὸς ἀνῆκενἐλθόντ᾽ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.ἀλλὰ μέν᾽ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,ὡς σπείσηις Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι |
260 | πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίηισθα.ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτηισι.
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ, |
265 | μή μ᾽ ἀπογυιώσηις μένεος, ἀλκῆς τε λάθωμαι·χερσὶ δ᾽ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνονἅζομαι· οὐδέ πηι ἔστι κελαινεφέϊ Κρονίωνιαἵματι καὶ λύθρωι πεπαλαγμένον εὐχετάασθαι.ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης |
270 | ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·πέπλον δ᾽, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστοςἔστιν ἐνὶ μεγάρωι καί τοι πολὺ φίλτατος αὐτῆι,τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῶι |
275 | ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ᾽ ἐλεήσηιἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,αἴ κεν Τυδέος υἱὸν ἀπόσχηι Ἰλίου ἱρῆςἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης |
280 | ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσωαἴ κ᾽ ἐθέληισ᾽ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθιγαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμαΤρωσί τε καὶ Πριάμωι μεγαλήτορι τοῖό τε παισίν.εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ᾽ Ἄϊδος εἴσω |
285 | φαίην κε φρέν᾽ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.
ὣς ἔφαθ᾽, ἣ δὲ μολοῦσα ποτὶ μέγαρ᾽ ἀμφιπόλοισικέκλετο· ταὶ δ᾽ ἄρ᾽ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.αὐτὴ δ᾽ ἐς θάλαμον κατεβήσετο κηώεντα,ἔνθ᾽ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν |
290 | Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴςἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·τῶν ἕν᾽ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνηι,ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, |
295 | ἀστὴρ δ᾽ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.βῆ δ᾽ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
αἳ δ᾽ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρηι,τῆισι θύρας ὤϊξε Θεανὼ καλλιπάρηιοςΚισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο· |
300 | τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.αἳ δ᾽ ὀλολυγῆι πᾶσαι Ἀθήνηι χεῖρας ἀνέσχον·ἣ δ᾽ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρηιοςθῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,εὐχομένη δ᾽ ἠρᾶτο Διὸς κούρηι μεγάλοιο· |
305 | πότνι᾽ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάωνἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸνπρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῶιἤνις ἠκέστας ἱερεύσομεν, αἴ κ᾽ ἐλεήσηις |
310 | ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.ὣς ἔφατ᾽ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
ὣς αἳ μέν ῥ᾽ εὔχοντο Διὸς κούρηι μεγάλοιο,Ἕκτωρ δὲ πρὸς δώματ᾽ Ἀλεξάνδροιο βεβήκεικαλά, τά ῥ᾽ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ᾽ ἄριστοι |
315 | ἦσαν ἐνὶ Τροίηι ἐριβώλακι τέκτονες ἄνδρες,οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴνἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρηι.ἔνθ᾽ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δ᾽ ἄρα χειρὶἔγχος ἔχ᾽ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς |
320 | αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.τὸν δ᾽ εὗρ᾽ ἐν θαλάμωι περικαλλέα τεύχε᾽ ἕπονταἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ᾽ ἁφόωντα·Ἀργείη δ᾽ Ἑλένη μετ᾽ ἄρα δμωιῆισι γυναιξὶνἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε. |
325 | τὸν δ᾽ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·δαιμόνι᾽ οὐ μὲν καλὰ χόλον τόνδ᾽ ἔνθεο θυμῶι,λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχοςμαρνάμενοι· σέο δ᾽ εἵνεκ᾽ ἀϋτή τε πτόλεμός τεἄστυ τόδ᾽ ἀμφιδέδηε· σὺ δ᾽ ἂν μαχέσαιο καὶ ἄλλωι, |
330 | ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.ἀλλ᾽ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
τὸν δ᾽ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·Ἕκτορ ἐπεί με κατ᾽ αἶσαν ἐνείκεσας οὐδ᾽ ὑπὲρ αἶσαν,τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον· |
335 | οὔ τοι ἐγὼ Τρώων τόσσον χόλωι οὐδὲ νεμέσσιἥμην ἐν θαλάμωι, ἔθελον δ᾽ ἄχεϊ προτραπέσθαι.νῦν δέ με παρειποῦσ᾽ ἄλοχος μαλακοῖς ἐπέεσσινὅρμησ᾽ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῶιλώϊον ἔσσεσθαι· νίκη δ᾽ ἐπαμείβεται ἄνδρας. |
340 | ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·ἢ ἴθ᾽, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σ᾽ ὀΐω.
ὣς φάτο, τὸν δ᾽ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·τὸν δ᾽ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης, |
345 | ὥς μ᾽ ὄφελ᾽ ἤματι τῶι ὅτε με πρῶτον τέκε μήτηροἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλαεἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,ἔνθά με κῦμ᾽ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.αὐτὰρ ἐπεὶ τάδε γ᾽ ὧδε θεοὶ κακὰ τεκμήραντο, |
350 | ἀνδρὸς ἔπειτ᾽ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,ὃς ἤιδη νέμεσίν τε καὶ αἴσχεα πόλλ᾽ ἀνθρώπων.τούτωι δ᾽ οὔτ᾽ ἂρ νῦν φρένες ἔμπεδοι οὔτ᾽ ἄρ᾽ ὀπίσσωἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.ἀλλ᾽ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῶιδ᾽ ἐπὶ δίφρωι |
355 | δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκενεἵνεκ᾽ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ᾽ ἄτης,οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσωἀνθρώποισι πελώμεθ᾽ ἀοίδιμοι ἐσσομένοισι.
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ |
360 | μή με κάθιζ᾽ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ᾽ ἐπαμύνωΤρώεσσ᾽, οἳ μέγ᾽ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
ἀλλὰ σύ γ᾽ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,ὥς κεν ἔμ᾽ ἔντοσθεν πόλιος καταμάρψηι ἐόντα. |
365 | καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαιοἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.οὐ γὰρ οἶδ᾽ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,ἦ ἤδη μ᾽ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.
ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ· |
370 | αἶψα δ᾽ ἔπειθ᾽ ἵκανε δόμους εὖ ναιετάοντας,οὐδ᾽ εὗρ᾽ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,ἀλλ᾽ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλωι ἐϋπέπλωιπύργωι ἐφεστήκει γοόωσά τε μυρομένη τε.Ἕκτωρ δ᾽ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν |
375 | ἔστη ἐπ᾽ οὐδὸν ἰών, μετὰ δὲ δμωιῆισιν ἔειπεν·εἰ δ᾽ ἄγε μοι δμωιαὶ νημερτέα μυθήσασθε·πῆι ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;ἠέ πηι ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλωνἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι |
380 | Τρωιαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;
τὸν δ᾽ αὖτ᾽ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·Ἕκτορ ἐπεὶ μάλ᾽ ἄνωγας ἀληθέα μυθήσασθαι,οὔτέ πηι ἐς γαλόων οὔτ᾽ εἰνατέρων ἐϋπέπλωνοὔτ᾽ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι |
385 | Τρωιαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,ἀλλ᾽ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ᾽ ἄκουσετείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνειμαινομένηι ἐϊκυῖα· φέρει δ᾽ ἅμα παῖδα τιθήνη.
|
390 | ἦ ῥα γυνὴ ταμίη, ὁ δ᾽ ἀπέσσυτο δώματος Ἕκτωρτὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ᾽ ἀγυιάς.
εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυΣκαιάς, τῆι ἄρ᾽ ἔμελλε διεξίμεναι πεδίον δέ,ἔνθ᾽ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα |
395 | Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος ἨετίωνοςἨετίων ὃς ἔναιεν ὑπὸ Πλάκωι ὑληέσσηιΘήβηι Ὑποπλακίηι Κιλίκεσσ᾽ ἄνδρεσσιν ἀνάσσων·τοῦ περ δὴ θυγάτηρ ἔχεθ᾽ Ἕκτορι χαλκοκορυστῆι.ἥ οἱ ἔπειτ᾽ ἤντησ᾽, ἅμα δ᾽ ἀμφίπολος κίεν αὐτῆι |
400 | παῖδ᾽ ἐπὶ κόλπωι ἔχουσ᾽ ἀταλάφρονα νήπιον αὔτωςἙκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῶι,τόν ῥ᾽ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοιἈστυάνακτ᾽· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.ἤτοι ὁ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῆι· |
405 | Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδ᾽ ἐλεαίρειςπαῖδά τε νηπίαχον καὶ ἔμ᾽ ἄμμορον, ἣ τάχα χήρησεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ |
410 | πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴησεῦ ἀφαμαρτούσηι χθόνα δύμεναι· οὐ γὰρ ἔτ᾽ ἄλληἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπηιςἀλλ᾽ ἄχε᾽· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.ἤτοι γὰρ πατέρ᾽ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς, |
415 | ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσανΘήβην ὑψίπυλον· κατὰ δ᾽ ἔκτανεν Ἠετίωνα,οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῶι,ἀλλ᾽ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισινἠδ᾽ ἐπὶ σῆμ᾽ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν |
420 | νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισινοἳ μὲν πάντες ἰῶι κίον ἤματι Ἄϊδος εἴσω·πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺςβουσὶν ἐπ᾽ εἰλιπόδεσσι καὶ ἀργεννῆις ὀΐεσσι. |
425 | μητέρα δ᾽, ἣ βασίλευεν ὑπὸ Πλάκωι ὑληέσσηι,τὴν ἐπεὶ ἂρ δεῦρ᾽ ἤγαγ᾽ ἅμ᾽ ἄλλοισι κτεάτεσσιν,ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι᾽ ἄποινα,πατρὸς δ᾽ ἐν μεγάροισι βάλ᾽ Ἄρτεμις ἰοχέαιρα.Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ |
430 | ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·ἀλλ᾽ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν᾽ ἐπὶ πύργωι,μὴ παῖδ᾽ ὀρφανικὸν θήηις χήρην τε γυναῖκα·λαὸν δὲ στῆσον παρ᾽ ἐρινεόν, ἔνθα μάλισταἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος. |
435 | τρὶς γὰρ τῆι γ᾽ ἐλθόντες ἐπειρήσανθ᾽ οἱ ἄριστοιἀμφ᾽ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆαἠδ᾽ ἀμφ᾽ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
|
440 | τὴν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλ᾽ αἰνῶςαἰδέομαι Τρῶας καὶ Τρωιάδας ἑλκεσιπέπλους,αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς |
445 | αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαιἀρνύμενος πατρός τε μέγα κλέος ἠδ᾽ ἐμὸν αὐτοῦ.εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·ἔσσεται ἦμαρ ὅτ᾽ ἄν ποτ᾽ ὀλώληι Ἴλιος ἱρὴκαὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. |
450 | ἀλλ᾽ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,οὔτ᾽ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτοςοὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶἐν κονίηισι πέσοιεν ὑπ᾽ ἀνδράσι δυσμενέεσσιν,ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων |
455 | δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείηςπόλλ᾽ ἀεκαζομένη, κρατερὴ δ᾽ ἐπικείσετ᾽ ἀνάγκη·καί ποτέ τις εἴπηισιν ἰδὼν κατὰ δάκρυ χέουσαν· |
460 | Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαιΤρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.ὥς ποτέ τις ἐρέει· σοὶ δ᾽ αὖ νέον ἔσσεται ἄλγοςχήτεϊ τοιοῦδ᾽ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι |
465 | πρίν γέ τι σῆς τε βοῆς σοῦ θ᾽ ἑλκηθμοῖο πυθέσθαι.
ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·ἂψ δ᾽ ὁ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνηςἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶςταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην, |
470 | δεινὸν ἀπ᾽ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.ἐκ δ᾽ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·αὐτίκ᾽ ἀπὸ κρατὸς κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ,καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·αὐτὰρ ὅ γ᾽ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν |
475 | εἶπε δ᾽ ἐπευξάμενος Διί τ᾽ ἄλλοισίν τε θεοῖσι·Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαιπαῖδ᾽ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,ὧδε βίην τ᾽ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·καί ποτέ τις εἴποι πατρός γ᾽ ὅδε πολλὸν ἀμείνων |
480 | ἐκ πολέμου ἀνιόντα· φέροι δ᾽ ἔναρα βροτόεντακτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκεπαῖδ᾽ ἑόν· ἣ δ᾽ ἄρα μιν κηώδεϊ δέξατο κόλπωιδακρυόεν γελάσασα· πόσις δ᾽ ἐλέησε νοήσας, |
485 | χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῶι·οὐ γάρ τίς μ᾽ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·μοῖραν δ᾽ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται. |
490 | ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽ αὐτῆς ἔργα κόμιζεἱστόν τ᾽ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευεἔργον ἐποίχεσθαι· πόλεμος δ᾽ ἄνδρεσσι μελήσειπᾶσι, μάλιστα δ᾽ ἐμοί, τοὶ Ἰλίωι ἐγγεγάασιν.
ὣς ἄρα φωνήσας κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ |
495 | ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκειἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.αἶψα δ᾽ ἔπειθ᾽ ἵκανε δόμους εὖ ναιετάονταςἝκτορος ἀνδροφόνοιο, κιχήσατο δ᾽ ἔνδοθι πολλὰςἀμφιπόλους, τῆισιν δὲ γόον πάσηισιν ἐνῶρσεν. |
500 | αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ὧι ἐνὶ οἴκωι·οὐ γάρ μιν ἔτ᾽ ἔφαντο ὑπότροπον ἐκ πολέμοιοἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,ἀλλ᾽ ὅ γ᾽, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῶι, |
505 | σεύατ᾽ ἔπειτ᾽ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
ὡς δ᾽ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνηιδεσμὸν ἀπορρήξας θείηι πεδίοιο κροαίνωνεἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖοκυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται |
510 | ὤμοις ἀΐσσονται· ὁ δ᾽ ἀγλαΐηφι πεποιθὼςῥίμφά ἑ γοῦνα φέρει μετά τ᾽ ἤθεα καὶ νομὸν ἵππων·ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρηςτεύχεσι παμφαίνων ὥς τ᾽ ἠλέκτωρ ἐβεβήκεικαγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δ᾽ ἔπειτα |
515 | Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτ᾽ ἄρ᾽ ἔμελλεστρέψεσθ᾽ ἐκ χώρης ὅθι ἧι ὀάριζε γυναικί.τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·ἠθεῖ᾽ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκωδηθύνων, οὐδ᾽ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
|
520 | τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·δαιμόνι᾽ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴηἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δ᾽ ἐμὸν κῆρἄχνυται ἐν θυμῶι, ὅθ᾽ ὑπὲρ σέθεν αἴσχε᾽ ἀκούω |
525 | πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.ἀλλ᾽ ἴομεν· τὰ δ᾽ ὄπισθεν ἀρεσσόμεθ᾽, αἴ κέ ποθι Ζεὺςδώηι ἐπουρανίοισι θεοῖς αἰειγενέτηισικρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισινἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς. |