Homeri
Ilias (ca. 730)
Ἰλιάδος Ε
Διομήδους ἀριστεία.
|
|
___________________________________________________________________________________
|
|
Ἔνθ᾽ αὖ Τυδεΐδηι Διομήδεϊ Παλλὰς Ἀθήνηδῶκε μένος καὶ θάρσος, ἵν᾽ ἔκδηλος μετὰ πᾶσινἈργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ | |
5 | ἀστέρ᾽ ὀπωρινῶι ἐναλίγκιον, ὅς τε μάλισταλαμπρὸν παμφαίνηισι λελουμένος ὠκεανοῖο·τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων |
10 | ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστηνΦηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·τὼ μὲν ἀφ᾽ ἵπποιιν, ὁ δ᾽ ἀπὸ χθονὸς ὄρνυτο πεζός.οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες |
15 | Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·Τυδεΐδεω δ᾽ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ᾽ ἀκωκὴἔγχεος, οὐδ᾽ ἔβαλ᾽ αὐτόν· ὁ δ᾽ ὕστερος ὄρνυτο χαλκῶιΤυδεΐδης· τοῦ δ᾽ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,ἀλλ᾽ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δ᾽ ἀφ᾽ ἵππων. |
20 | Ἰδαῖος δ᾽ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,οὐδ᾽ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
ἀλλ᾽ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη. |
25 | ἵππους δ᾽ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸςδῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητοςτὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ᾽ ὄχεσφι,πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη |
30 | χειρὸς ἑλοῦσ᾽ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·Ἄρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆταοὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺςμάρνασθ᾽, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξηι,νῶϊ δὲ χαζώμεσθα, Διὸς δ᾽ ἀλεώμεθα μῆνιν;
|
35 | ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ᾽ ἠϊόεντι Σκαμάνδρωι,Τρῶας δ᾽ ἔκλιναν Δαναοί· ἕλε δ᾽ ἄνδρα ἕκαστοςἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνωνἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου· |
40 | πρώτωι γὰρ στρεφθέντι μεταφρένωι ἐν δόρυ πῆξενὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῶι.
Ἰδομενεὺς δ᾽ ἄρα Φαῖστον ἐνήρατο Μήιονος υἱὸνΒώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει. |
45 | τὸν μὲν ἄρ᾽ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῶινύξ᾽ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·ἤριπε δ᾽ ἐξ ὀχέων, στυγερὸς δ᾽ ἄρα μιν σκότος εἷλε.
τὸν μὲν ἄρ᾽ Ἰδομενῆος ἐσύλευον θεράποντες·υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης |
50 | Ἀτρεΐδης Μενέλαος ἕλ᾽ ἔγχεϊ ὀξυόεντιἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴβάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·ἀλλ᾽ οὔ οἱ τότε γε χραῖσμ᾽ Ἄρτεμις ἰοχέαιρα,οὐδὲ ἑκηβολίαι ἧισιν τὸ πρίν γε κέκαστο· |
55 | ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαοςπρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῶι.
Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν |
60 | Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντατεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·ὃς καὶ Ἀλεξάνδρωι τεκτήνατο νῆας ἐΐσαςἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντοοἷ τ᾽ αὐτῶι, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ἤιδη. |
65 | τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκωνβεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸἀντικρὺ κατὰ κύστιν ὑπ᾽ ὀστέον ἤλυθ᾽ ἀκωκή·γνὺξ δ᾽ ἔριπ᾽ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
Πήδαιον δ᾽ ἄρ᾽ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν |
70 | ὅς ῥα νόθος μὲν ἔην, πύκα δ᾽ ἔτρεφε δῖα Θεανὼἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ὧι.τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼνβεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·ἀντικρὺ δ᾽ ἀν᾽ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός· |
75 | ἤριπε δ᾽ ἐν κονίηι, ψυχρὸν δ᾽ ἕλε χαλκὸν ὀδοῦσιν.
Εὐρύπυλος δ᾽ Εὐαιμονίδης Ὑψήνορα δῖονυἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρουἀρητὴρ ἐτέτυκτο, θεὸς δ᾽ ὣς τίετο δήμωι,τὸν μὲν ἄρ᾽ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός, |
80 | πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ᾽ ὦμονφασγάνωι ἀΐξας, ἀπὸ δ᾽ ἔξεσε χεῖρα βαρεῖαν·αἱματόεσσα δὲ χεὶρ πεδίωι πέσε· τὸν δὲ κατ᾽ ὄσσεἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην· |
85 | Τυδεΐδην δ᾽ οὐκ ἂν γνοίης ποτέροισι μετείηἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετ᾽ Ἀχαιοῖς.θῦνε γὰρ ἂμ πεδίον ποταμῶι πλήθοντι ἐοικὼςχειμάρρωι, ὅς τ᾽ ὦκα ῥέων ἐκέδασσε γεφύρας·τὸν δ᾽ οὔτ᾽ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν, |
90 | οὔτ᾽ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέωνἐλθόντ᾽ ἐξαπίνης ὅτ᾽ ἐπιβρίσηι Διὸς ὄμβρος·πολλὰ δ᾽ ὑπ᾽ αὐτοῦ ἔργα κατήριπε κάλ᾽ αἰζηῶν·ὣς ὑπὸ Τυδεΐδηι πυκιναὶ κλονέοντο φάλαγγεςΤρώων, οὐδ᾽ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
|
95 | τὸν δ᾽ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸςθύνοντ᾽ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,αἶψ᾽ ἐπὶ Τυδεΐδηι ἐτιταίνετο καμπύλα τόξα,καὶ βάλ᾽ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμονθώρηκος γύαλον· διὰ δ᾽ ἔπτατο πικρὸς ὀϊστός, |
100 | ἀντικρὺ δὲ διέσχε, παλάσσετο δ᾽ αἵματι θώρηξ.τῶι δ᾽ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημιδήθ᾽ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με |
105 | ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
ὣς ἔφατ᾽ εὐχόμενος· τὸν δ᾽ οὐ βέλος ὠκὺ δάμασσεν,ἀλλ᾽ ἀναχωρήσας πρόσθ᾽ ἵπποιιν καὶ ὄχεσφινἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου, |
110 | ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσηις πικρὸν ὀϊστόν.ὣς ἄρ᾽ ἔφη, Σθένελος δὲ καθ᾽ ἵππων ἆλτο χαμᾶζε,
πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ᾽ ὤμου·αἷμα δ᾽ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.δὴ τότ᾽ ἔπειτ᾽ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης· |
115 | κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστηςδηΐωι ἐν πολέμωι, νῦν αὖτ᾽ ἐμὲ φῖλαι Ἀθήνη·δὸς δέ τέ μ᾽ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖνὅς μ᾽ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι |
120 | δηρὸν ἔτ᾽ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.
ὣς ἔφατ᾽ εὐχόμενος· τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη,γυῖα δ᾽ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι· |
125 | ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκαἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·ἀχλὺν δ᾽ αὖ τοι ἀπ᾽ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,ὄφρ᾽ εὖ γιγνώσκηις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ᾽ ἵκηται |
130 | μή τι σύ γ᾽ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαιτοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτηἔλθηισ᾽ ἐς πόλεμον, τήν γ᾽ οὐτάμεν ὀξέϊ χαλκῶι.
ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη,Τυδεΐδης δ᾽ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη |
135 | καὶ πρίν περ θυμῶι μεμαὼς Τρώεσσι μάχεσθαι·δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέονταὅν ῥά τε ποιμὴν ἀγρῶι ἐπ᾽ εἰροπόκοις ὀΐεσσι
χραύσηι μέν τ᾽ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσηι·τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ᾽ οὐ προσαμύνει, |
140 | ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ᾽ ἐρῆμα φοβεῖται·αἳ μέν τ᾽ ἀγχιστῖναι ἐπ᾽ ἀλλήληισι κέχυνται,αὐτὰρ ὁ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
ἔνθ᾽ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν, |
145 | τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,τὸν δ᾽ ἕτερον ξίφεϊ μεγάλωι κληῗδα παρ᾽ ὦμονπλῆξ᾽, ἀπὸ δ᾽ αὐχένος ὦμον ἐέργαθεν ἠδ᾽ ἀπὸ νώτου.τοὺς μὲν ἔασ᾽, ὁ δ᾽ Ἄβαντα μετώιχετο καὶ Πολύειδονυἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος· |
150 | τοῖς οὐκ ἐρχομένοις ὁ γέρων ἐκρίνατ᾽ ὀνείρους,ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷεἄμφω τηλυγέτω· ὁ δὲ τείρετο γήραϊ λυγρῶι,υἱὸν δ᾽ οὐ τέκετ᾽ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι. |
155 | ἔνθ᾽ ὅ γε τοὺς ἐνάριζε, φίλον δ᾽ ἐξαίνυτο θυμὸνἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰλεῖπ᾽, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντεδέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
ἔνθ᾽ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο |
160 | εἰν ἑνὶ δίφρωι ἐόντας Ἐχέμμονά τε Χρομίον τε.ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξηιπόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸςβῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχε᾽ ἐσύλα· |
165 | ἵππους δ᾽ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
τὸν δ᾽ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,βῆ δ᾽ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάωνΠάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε, |
170 | στῆ δὲ πρόσθ᾽ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶκαὶ κλέος; ὧι οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ᾽ ἀνήρ,οὐδέ τις ἐν Λυκίηι σέο γ᾽ εὔχεται εἶναι ἀμείνων.ἀλλ᾽ ἄγε τῶιδ᾽ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν |
175 | ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργεΤρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ᾽ ἔλυσεν·εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσινἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
τὸν δ᾽ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· |
180 | Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνωνΤυδεΐδηι μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείηι,ἵππους τ᾽ εἰσορόων· σάφα δ᾽ οὐκ οἶδ᾽ εἰ θεός ἐστιν.εἰ δ᾽ ὅ γ᾽ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς |
185 | οὐχ ὅ γ᾽ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχιἕστηκ᾽ ἀθανάτων νεφέληι εἰλυμένος ὤμους,ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλληι.ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμονδεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο· |
190 | καί μιν ἔγωγ᾽ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,ἔμπης δ᾽ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.ἵπποι δ᾽ οὐ παρέασι καὶ ἅρματα τῶν κ᾽ ἐπιβαίην·
ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροικαλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι |
195 | πέπτανται· παρὰ δέ σφιν ἑκάστωι δίζυγες ἵπποιἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάωνἐρχομένωι ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·ἵπποισίν μ᾽ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα |
200 | ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·ἀλλ᾽ ἐγὼ οὐ πιθόμην· ἦ τ᾽ ἂν πολὺ κέρδιον ἦεν·ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆςἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα |
205 | τόξοισιν πίσυνος· τὰ δέ μ᾽ οὐκ ἄρ᾽ ἔμελλον ὀνήσειν.ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκαΤυδεΐδηι τε καὶ Ἀτρεΐδηι, ἐκ δ᾽ ἀμφοτέροιινἀτρεκὲς αἷμ᾽ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.τώ ῥα κακῆι αἴσηι ἀπὸ πασσάλου ἀγκύλα τόξα |
210 | ἤματι τῶι ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴνἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίωι.εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσιπατρίδ᾽ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,αὐτίκ᾽ ἔπειτ᾽ ἀπ᾽ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς |
215 | εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῶι ἐν πυρὶ θείηνχερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
τὸν δ᾽ αὖτ᾽ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·μὴ δ᾽ οὕτως ἀγόρευε· πάρος δ᾽ οὐκ ἔσσεται ἄλλως,πρίν γ᾽ ἐπὶ νὼ τῶιδ᾽ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν |
220 | ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.ἀλλ᾽ ἄγ᾽ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαιοἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιοκραιπνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε |
225 | Ζεὺς ἐπὶ Τυδεΐδηι Διομήδεϊ κῦδος ὀρέξηι.ἀλλ᾽ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόενταδέξαι, ἐγὼ δ᾽ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ᾽ ἐμοὶ ἵπποι.
τὸν δ᾽ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· |
230 | Αἰνεία σὺ μὲν αὐτὸς ἔχ᾽ ἡνία καὶ τεὼ ἵππω·μᾶλλον ὑφ᾽ ἡνιόχωι εἰωθότι καμπύλον ἅρμαοἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδ᾽ ἐθέλητονἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε, |
235 | νῶϊ δ᾽ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸςαὐτώ τε κτείνηι καὶ ἐλάσσηι μώνυχας ἵππους.ἀλλὰ σύ γ᾽ αὐτὸς ἔλαυνε τέ᾽ ἅρματα καὶ τεὼ ἵππω,τὸν δὲ δ᾽ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες |
240 | ἐμμεμαῶτ᾽ ἐπὶ Τυδεΐδηι ἔχον ὠκέας ἵππους.τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·Τυδεΐδη Διόμηδες ἐμῶι κεχαρισμένε θυμῶι,ἄνδρ᾽ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι |
245 | ἶν᾽ ἀπέλεθρον ἔχοντας· ὁ μὲν τόξων ἐῢ εἰδὼςΠάνδαρος, υἱὸς δ᾽ αὖτε Λυκάονος εὔχεται εἶναι·Αἰνείας δ᾽ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαοεὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστ᾽ Ἀφροδίτη.ἀλλ᾽ ἄγε δὴ χαζώμεθ᾽ ἐφ᾽ ἵππων, μηδέ μοι οὕτω |
250 | θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσηις.
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·μή τι φόβον δ᾽ ἀγόρευ᾽, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαιοὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν· |
255 | ὀκνείω δ᾽ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτωςἀντίον εἶμ᾽ αὐτῶν· τρεῖν μ᾽ οὐκ ἐᾶι Παλλὰς Ἀθήνη.τούτω δ᾽ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποιἄμφω ἀφ᾽ ἡμείων, εἴ γ᾽ οὖν ἕτερός γε φύγηισιν.ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῆισιν· |
260 | αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξηιἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππουςαὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,Αἰνείαο δ᾽ ἐπαΐξαι μεμνημένος ἵππων,ἐκ δ᾽ ἐλάσαι Τρώων μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς. |
265 | τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺςδῶχ᾽ υἷος ποινὴν Γανυμήδεος, οὕνεκ᾽ ἄριστοιἵππων ὅσσοι ἔασιν ὑπ᾽ ἠῶ τ᾽ ἠέλιόν τε,τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσηςλάθρηι Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους· |
270 | τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ᾽ ἐπὶ φάτνηι,τὼ δὲ δύ᾽ Αἰνείαι δῶκεν μήστωρε φόβοιο.εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, |
275 | τὼ δὲ τάχ᾽ ἐγγύθεν ἦλθον ἐλαύνοντ᾽ ὠκέας ἵππους.τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲἦ μάλα σ᾽ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·νῦν αὖτ᾽ ἐγχείηι πειρήσομαι αἴ κε τύχωμι.
|
280 | ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχοςκαὶ βάλε Τυδεΐδαο κατ᾽ ἀσπίδα· τῆς δὲ διὰ πρὸαἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·τῶι δ᾽ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·βέβληαι κενεῶνα διαμπερές, οὐδέ σ᾽ ὀΐω |
285 | δηρὸν ἔτ᾽ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγ᾽ εὖχος ἔδωκας.
τὸν δ᾽ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·ἤμβροτες οὐδ᾽ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γ᾽ ὀΐωπρίν γ᾽ ἀποπαύσεσθαι πρίν γ᾽ ἢ ἕτερόν γε πεσόντααἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
|
290 | ὣς φάμενος προέηκε· βέλος δ᾽ ἴθυνεν Ἀθήνηῥῖνα παρ᾽ ὀφθαλμόν, λευκοὺς δ᾽ ἐπέρησεν ὀδόντας.
τοῦ δ᾽ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,αἰχμὴ δ᾽ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·ἤριπε δ᾽ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῶι |
295 | αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποιὠκύποδες· τοῦ δ᾽ αὖθι λύθη ψυχή τε μένος τε.
Αἰνείας δ᾽ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῶιδείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῶι βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς, |
300 | πρόσθε δέ οἱ δόρυ τ᾽ ἔσχε καὶ ἀσπίδα πάντοσ᾽ ἐΐσην,τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ᾽ ἀντίος ἔλθοισμερδαλέα ἰάχων· ὁ δὲ χερμάδιον λάβε χειρὶΤυδεΐδης μέγα ἔργον ὁ οὐ δύο γ᾽ ἄνδρε φέροιεν,οἷοι νῦν βροτοί εἰσ᾽· ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος. |
305 | τῶι βάλεν Αἰνείαο κατ᾽ ἰσχίον ἔνθά τε μηρὸςἰσχίωι ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·θλάσσε δέ οἱ κοτύλην, πρὸς δ᾽ ἄμφω ῥῆξε τένοντε·ὦσε δ᾽ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γ᾽ ἥρωςἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείηι |
310 | γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
καί νύ κεν ἔνθ᾽ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτημήτηρ, ἥ μιν ὑπ᾽ Ἀγχίσηι τέκε βουκολέοντι·ἀμφὶ δ᾽ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ, |
315 | πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψενἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλωνχαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·οὐδ᾽ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων |
320 | τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,ἀλλ᾽ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππουςνόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,Αἰνείαο δ᾽ ἐπαΐξας καλλίτριχας ἵππουςἐξέλασε Τρώων μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς. |
325 | δῶκε δὲ Δηϊπύλωι ἑτάρωι φίλωι, ὃν περὶ πάσηςτῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ἤιδη,νηυσὶν ἔπι γλαφυρῆισιν ἐλαυνέμεν· αὐτὰρ ὅ γ᾽ ἥρωςὧν ἵππων ἐπιβὰς ἔλαβ᾽ ἡνία σιγαλόεντα,αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους |
330 | ἐμμεμαώς· ὁ δὲ Κύπριν ἐπώιχετο νηλέϊ χαλκῶιγιγνώσκων ὅ τ᾽ ἄναλκις ἔην θεός, οὐδὲ θεάωντάων αἵ τ᾽ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,οὔτ᾽ ἄρ᾽ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκίχανε πολὺν καθ᾽ ὅμιλον ὀπάζων, |
335 | ἔνθ᾽ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸςἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησενἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,πρυμνὸν ὕπερ θέναρος· ῥέε δ᾽ ἄμβροτον αἷμα θεοῖο |
340 | ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·οὐ γὰρ σῖτον ἔδουσ᾽, οὐ πίνουσ᾽ αἴθοπα οἶνον,τοὔνεκ᾽ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων |
345 | κυανέηι νεφέληι, μή τις Δαναῶν ταχυπώλωνχαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·τῆι δ᾽ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις; |
350 | εἰ δὲ σύ γ᾽ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σ᾽ ὀΐωῥιγήσειν πόλεμόν γε καὶ εἴ χ᾽ ἑτέρωθι πύθηαι.
ὣς ἔφαθ᾽, ἣ δ᾽ ἀλύουσ᾽ ἀπεβήσετο, τείρετο δ᾽ αἰνῶς·τὴν μὲν ἄρ᾽ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ᾽ ὁμίλουἀχθομένην ὀδύνηισι, μελαίνετο δὲ χρόα καλόν. |
355 | εὗρεν ἔπειτα μάχης ἐπ᾽ ἀριστερὰ θοῦρον Ἄρηαἥμενον· ἠέρι δ᾽ ἔγχος ἐκέκλιτο καὶ ταχέ᾽ ἵππω·ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιοπολλὰ λισσομένη χρυσάμπυκας ἤιτεεν ἵππους·φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους, |
360 | ὄφρ᾽ ἐς Ὄλυμπον ἵκωμαι ἵν᾽ ἀθανάτων ἕδος ἐστί.λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρΤυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
ὣς φάτο, τῆι δ᾽ ἄρ᾽ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·ἣ δ᾽ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ, |
365 | πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,μάστιξεν δ᾽ ἐλάαν, τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην.αἶψα δ᾽ ἔπειθ᾽ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·ἔνθ᾽ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶριςλύσασ᾽ ἐξ ὀχέων, παρὰ δ᾽ ἀμβρόσιον βάλεν εἶδαρ· |
370 | ἣ δ᾽ ἐν γούνασι πῖπτε Διώνης δῖ᾽ Ἀφροδίτημητρὸς ἑῆς· ἣ δ᾽ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἐκ τ᾽ ὀνόμαζε·τίς νύ σε τοιάδ᾽ ἔρεξε φίλον τέκος Οὐρανιώνωνμαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῆι;
|
375 | τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,οὕνεκ᾽ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιοΑἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή, |
380 | ἀλλ᾽ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διώνη, δῖα θεάων·τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ᾽ ἔχοντεςἐξ ἀνδρῶν χαλέπ᾽ ἄλγε᾽ ἐπ᾽ ἀλλήλοισι τιθέντες. |
385 | τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τ᾽ Ἐφιάλτηςπαῖδες Ἀλωῆος, δῆσαν κρατερῶι ἐνὶ δεσμῶι·χαλκέωι δ᾽ ἐν κεράμωι δέδετο τρισκαίδεκα μῆνας·καί νύ κεν ἔνθ᾽ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια |
390 | Ἑρμέαι ἐξήγγειλεν· ὁ δ᾽ ἐξέκλεψεν Ἄρηαἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.τλῆ δ᾽ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνοςδεξιτερὸν κατὰ μαζὸν ὀϊστῶι τριγλώχινιβεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος. |
395 | τλῆ δ᾽ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιοἐν Πύλωι ἐν νεκύεσσι βαλὼν ὀδύνηισιν ἔδωκεν·αὐτὰρ ὁ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπονκῆρ ἀχέων ὀδύνηισι πεπαρμένος· αὐτὰρ ὀϊστὸς |
400 | ὤμωι ἔνι στιβαρῶι ἠλήλατο, κῆδε δὲ θυμόν.τῶι δ᾽ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσωνἠκέσατ᾽· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετ᾽ αἴσυλα ῥέζων,ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι. |
405 | σοὶ δ᾽ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸςὅττι μάλ᾽ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσινἐλθόντ᾽ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. |
410 | τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνηἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρηικουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν |
415 | ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
ἦ ῥα καὶ ἀμφοτέρηισιν ἀπ᾽ ἰχῶ χειρὸς ὀμόργνυ·ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.αἳ δ᾽ αὖτ᾽ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρηκερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον. |
420 | τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσαΤρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων |
425 | πρὸς χρυσῆι περόνηι καταμύξατο χεῖρα ἀραιήν.
ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,ἀλλὰ σύ γ᾽ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο, |
430 | ταῦτα δ᾽ Ἄρηϊ θοῶι καὶ Ἀθήνηι πάντα μελήσει.
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,Αἰνείαι δ᾽ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δ᾽ αἰεὶ |
435 | Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.τρὶς μὲν ἔπειτ᾽ ἐπόρουσε κατακτάμεναι μενεαίνων,τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ᾽ Ἀπόλλων·ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,δεινὰ δ᾽ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων· |
440 | φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσινἶσ᾽ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖονἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ᾽ ἀνθρώπων.
ὣς φάτο, Τυδεΐδης δ᾽ ἀνεχάζετο τυτθὸν ὀπίσσωμῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος. |
445 | Αἰνείαν δ᾽ ἀπάτερθεν ὁμίλου θῆκεν ἈπόλλωνΠεργάμωι εἰν ἱερῆι, ὅθι οἱ νηός γε τέτυκτο.ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιραἐν μεγάλωι ἀδύτωι ἀκέοντό τε κύδαινόν τε·αὐτὰρ ὁ εἴδωλον τεῦξ᾽ ἀργυρότοξος Ἀπόλλων |
450 | αὐτῶι τ᾽ Αἰνείαι ἴκελον καὶ τεύχεσι τοῖον,ἀμφὶ δ᾽ ἄρ᾽ εἰδώλωι Τρῶες καὶ δῖοι Ἀχαιοὶδήιουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείαςἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων· |
455 | Ἄρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,οὐκ ἂν δὴ τόνδ᾽ ἄνδρα μάχης ἐρύσαιο μετελθὼνΤυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ᾽ ἐπὶ καρπῶι,αὐτὰρ ἔπειτ᾽ αὐτῶι μοι ἐπέσσυτο δαίμονι ἶσος.
|
460 | ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμωι ἄκρηι,Τρωιὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼνεἰδόμενος Ἀκάμαντι θοῶι ἡγήτορι Θρηικῶν·υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος |
465 | ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;ἦ εἰς ὅ κεν ἀμφὶ πύληις εὖ ποιητῆισι μάχωνται;κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίωιΑἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·ἀλλ᾽ ἄγετ᾽ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
|
470 | ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.ἔνθ᾽ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·Ἕκτορ πῆι δή τοι μένος οἴχεται ὁ πρὶν ἔχεσκες;φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ᾽ ἐπικούρωνοἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι. |
475 | τῶν νῦν οὔ τιν᾽ ἐγὼ ἰδέειν δύναμ᾽ οὐδὲ νοῆσαι,ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·ἡμεῖς δὲ μαχόμεσθ᾽ οἵ πέρ τ᾽ ἐπίκουροι ἔνειμεν.καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·τηλοῦ γὰρ Λυκίη Ξάνθωι ἔπι δινήεντι, |
480 | ἔνθ᾽ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ᾽ ἐπιδευής.ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον᾽ αὐτὸςἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖονοἷόν κ᾽ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν· |
485 | τύνη δ᾽ ἕστηκας, ἀτὰρ οὐδ᾽ ἄλλοισι κελεύειςλαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρουἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·οἳ δὲ τάχ᾽ ἐκπέρσουσ᾽ εὖ ναιομένην πόλιν ὑμήν. |
490 | σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρἀρχοὺς λισσομένωι τηλεκλειτῶν ἐπικούρωννωλεμέως ἐχέμεν, κρατερὴν δ᾽ ἀποθέσθαι ἐνιπήν.
ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, |
495 | πάλλων δ᾽ ὀξέα δοῦρα κατὰ στρατὸν ὤιχετο πάντηιὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.οἳ δ᾽ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·Ἀργεῖοι δ᾽ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.ὡς δ᾽ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ᾽ ἀλωὰς |
500 | ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρκρίνηι ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,αἳ δ᾽ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότ᾽ Ἀχαιοὶλευκοὶ ὕπερθε γένοντο κονισάλωι, ὅν ῥα δι᾽ αὐτῶνοὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων |
505 | ἂψ ἐπιμισγομένων· ὑπὸ δ᾽ ἔστρεφον ἡνιοχῆες.οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκταθοῦρος Ἄρης ἐκάλυψε μάχηι Τρώεσσιν ἀρήγωνπάντοσ᾽ ἐποιχόμενος· τοῦ δ᾽ ἐκραίαινεν ἐφετμὰςΦοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει |
510 | Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδ᾽ Ἀθήνηνοἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.αὐτὸς δ᾽ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιοἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.Αἰνείας δ᾽ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν, |
515 | ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντακαὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.
οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρενἌρης τε βροτολοιγὸς Ἔρις τ᾽ ἄμοτον μεμαυῖα.
τοὺς δ᾽ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης |
520 | ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶοὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,ἀλλ᾽ ἔμενον νεφέληισιν ἐοικότες ἅς τε Κρονίωννηνεμίης ἔστησεν ἐπ᾽ ἀκροπόλοισιν ὄρεσσινἀτρέμας, ὄφρ᾽ εὕδηισι μένος Βορέαο καὶ ἄλλων |
525 | ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόενταπνοιῆισιν λιγυρῆισι διασκιδνᾶσιν ἀέντες·ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.Ἀτρεΐδης δ᾽ ἀν᾽ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε, |
530 | ἀλλήλους τ᾽ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·φευγόντων δ᾽ οὔτ᾽ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.
ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδραΑἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα |
535 | Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσιτῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.τόν ῥα κατ᾽ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·ἣ δ᾽ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,νειαίρηι δ᾽ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε· |
540 | δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῶι.
ἔνθ᾽ αὖτ᾽ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστουςυἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένηι ἐνὶ Φηρῆιἀφνειὸς βιότοιο, γένος δ᾽ ἦν ἐκ ποταμοῖο |
545 | Ἀλφειοῦ, ὅς τ᾽ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,ὃς τέκετ᾽ Ὀρτίλοχον πολέεσσ᾽ ἄνδρεσσιν ἄνακτα·Ὀρτίλοχος δ᾽ ἄρ᾽ ἔτικτε Διοκλῆα μεγάθυμον,ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης. |
550 | τὼ μὲν ἄρ᾽ ἡβήσαντε μελαινάων ἐπὶ νηῶνἼλιον εἰς εὔπωλον ἅμ᾽ Ἀργείοισιν ἑπέσθην,τιμὴν Ἀτρεΐδηις Ἀγαμέμνονι καὶ Μενελάωιἀρνυμένω· τὼ δ᾽ αὖθι τέλος θανάτοιο κάλυψεν.οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῆισιν |
555 | ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·τὼ μὲν ἄρ᾽ ἁρπάζοντε βόας καὶ ἴφια μῆλασταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼἀνδρῶν ἐν παλάμηισι κατέκταθεν ὀξέϊ χαλκῶι·τοίω τὼ χείρεσσιν ὑπ᾽ Αἰνείαο δαμέντε |
560 | καππεσέτην, ἐλάτηισιν ἐοικότες ὑψηλῆισι.
τὼ δὲ πεσόντ᾽ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῶισείων ἐγχείην· τοῦ δ᾽ ὄτρυνεν μένος Ἄρης,τὰ φρονέων ἵνα χερσὶν ὑπ᾽ Αἰνείαο δαμείη. |
565 | τὸν δ᾽ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶνμή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόενταἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι· |
570 | Ἀντίλοχος δὲ μάλ᾽ ἄγχι παρίστατο ποιμένι λαῶν.Αἰνείας δ᾽ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴςὡς εἶδεν δύο φῶτε παρ᾽ ἀλλήλοισι μένοντε.οἳ δ᾽ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων, |
575 | αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.
ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.τὸν μὲν ἄρ᾽ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαοςἑσταότ᾽ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας· |
580 | Ἀντίλοχος δὲ Μύδωνα βάλ᾽ ἡνίοχον θεράπονταἐσθλὸν Ἀτυμνιάδην· ὁ δ᾽ ὑπέστρεφε μώνυχας ἵππους·χερμαδίωι ἀγκῶνα τυχὼν μέσον· ἐκ δ᾽ ἄρα χειρῶνἡνία λεύκ᾽ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίηισιν.Ἀντίλοχος δ᾽ ἄρ᾽ ἐπαΐξας ξίφει ἤλασε κόρσην· |
585 | αὐτὰρ ὅ γ᾽ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρουκύμβαχος ἐν κονίηισιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.δηθὰ μάλ᾽ ἑστήκει· τύχε γάρ ῥ᾽ ἀμάθοιο βαθείης·ὄφρ᾽ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίηισι·τοὺς ἵμασ᾽ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασ᾽ Ἀχαιῶν.
|
590 | τοὺς δ᾽ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δ᾽ ἐπ᾽ αὐτοὺςκεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγεςκαρτεραί· ἦρχε δ᾽ ἄρα σφιν Ἄρης καὶ πότνι᾽ Ἐνυώ,ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,Ἄρης δ᾽ ἐν παλάμηισι πελώριον ἔγχος ἐνώμα, |
595 | φοίτα δ᾽ ἄλλοτε μὲν πρόσθ᾽ Ἕκτορος, ἄλλοτ᾽ ὄπισθε.
τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιοστήηι ἐπ᾽ ὠκυρόωι ποταμῶι ἅλα δὲ προρέοντιἀφρῶι μορμύροντα ἰδών, ἀνά τ᾽ ἔδραμ᾽ ὀπίσσω, |
600 | ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῶι·ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖοναἰχμητήν τ᾽ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·τῶι δ᾽ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῶι ἀνδρὶ ἐοικώς. |
605 | ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσωεἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.
ὣς ἄρ᾽ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.ἔνθ᾽ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμηςεἰν ἑνὶ δίφρωι ἐόντε, Μενέσθην Ἀγχίαλόν τε. |
610 | τὼ δὲ πεσόντ᾽ ἐλέησε μέγας Τελαμώνιος Αἴας·στῆ δὲ μάλ᾽ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῶι,καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥ᾽ ἐνὶ Παισῶιναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖραἦγ᾽ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας. |
615 | τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,νειαίρηι δ᾽ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,δούπησεν δὲ πεσών· ὁ δ᾽ ἐπέδραμε φαίδιμος Αἴαςτεύχεα συλήσων· Τρῶες δ᾽ ἐπὶ δούρατ᾽ ἔχευανὀξέα παμφανόωντα· σάκος δ᾽ ἀνεδέξατο πολλά. |
620 | αὐτὰρ ὁ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχοςἐσπάσατ᾽· οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἄλλα δυνήσατο τεύχεα καλὰὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.δεῖσε δ᾽ ὅ γ᾽ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε᾽ ἔχοντες, |
625 | οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸνὦσαν ἀπὸ σφείων· ὁ δὲ χασσάμενος πελεμίχθη.
ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·Τληπόλεμον δ᾽ Ἡρακλεΐδην ἠΰν τε μέγαν τεὦρσεν ἐπ᾽ ἀντιθέωι Σαρπηδόνι μοῖρα κραταιή. |
630 | οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντεςυἱός θ᾽ υἱωνός τε Διὸς νεφεληγερέταο,τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκηπτώσσειν ἐνθάδ᾽ ἐόντι μάχης ἀδαήμονι φωτί; |
635 | ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιοεἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶνοἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·ἀλλ᾽ οἷόν τινά φασι βίην Ἡρακληείηνεἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα· |
640 | ὅς ποτε δεῦρ᾽ ἐλθὼν ἕνεχ᾽ ἵππων Λαομέδοντοςἓξ οἴηις σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισινἸλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ᾽ ἀγυιάς·σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι |
645 | ἐλθόντ᾽ ἐκ Λυκίης, οὐδ᾽ εἰ μάλα καρτερός ἐσσι,ἀλλ᾽ ὑπ᾽ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.
τὸν δ᾽ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·Τληπόλεμ᾽ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴνἀνέρος ἀφραδίηισιν ἀγαυοῦ Λαομέδοντος, |
650 | ὅς ῥά μιν εὖ ἕρξαντα κακῶι ἠνίπαπε μύθωι,οὐδ᾽ ἀπέδωχ᾽ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.σοὶ δ᾽ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαινανἐξ ἐμέθεν τεύξεσθαι, ἐμῶι δ᾽ ὑπὸ δουρὶ δαμένταεὖχος ἐμοὶ δώσειν, ψυχὴν δ᾽ Ἄϊδι κλυτοπώλωι.
|
655 | ὣς φάτο Σαρπηδών, ὁ δ᾽ ἀνέσχετο μείλινον ἔγχοςΤληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῆι δούρατα μακρὰἐκ χειρῶν ἤϊξαν· ὁ μὲν βάλεν αὐχένα μέσσονΣαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθ᾽ ἀλεγεινή·τὸν δὲ κατ᾽ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε. |
660 | Τληπόλεμος δ᾽ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῶιβεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσαὀστέω ἐγχριμφθεῖσα, πατὴρ δ᾽ ἔτι λοιγὸν ἄμυνεν.οἳ μὲν ἄρ᾽ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροιἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν |
665 | ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατ᾽ οὐδὲ νόησεμηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ᾽ ἐπιβαίησπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.Τληπόλεμον δ᾽ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς |
670 | τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·μερμήριξε δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸνἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.οὐδ᾽ ἄρ᾽ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν |
675 | ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῶι·τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.ἔνθ᾽ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τεἌλκανδρόν θ᾽ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.καί νύ κ᾽ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς |
680 | εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῶιδεῖμα φέρων Δαναοῖσι· χάρη δ᾽ ἄρα οἱ προσιόντιΣαρπηδὼν Διὸς υἱός, ἔπος δ᾽ ὀλοφυδνὸν ἔειπε·Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσηις |
685 | κεῖσθαι, ἀλλ᾽ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼνἐν πόλει ὑμετέρηι, ἐπεὶ οὐκ ἄρ᾽ ἔμελλον ἔγωγενοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖανεὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
ὣς φάτο, τὸν δ᾽ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ, |
690 | ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχισταὤσαιτ᾽ Ἀργείους, πολέων δ᾽ ἀπὸ θυμὸν ἕλοιτο.οἳ μὲν ἄρ᾽ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροιεἷσαν ὑπ᾽ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῶι·ἐκ δ᾽ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε |
695 | ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.τὸν δ᾽ ἔλιπε ψυχή, κατὰ δ᾽ ὀφθαλμῶν κέχυτ᾽ ἀχλύς·αὖτις δ᾽ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαοζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
Ἀργεῖοι δ᾽ ὑπ᾽ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῆι |
700 | οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶνοὔτε ποτ᾽ ἀντεφέροντο μάχηι, ἀλλ᾽ αἰὲν ὀπίσσωχάζονθ᾽, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.ἔνθα τίνα πρῶτον τίνα δ᾽ ὕστατον ἐξενάριξανἝκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης; |
705 | ἀντίθεον Τεύθραντ᾽, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,Τρῆχόν τ᾽ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,Οἰνοπίδην θ᾽ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,ὅς ῥ᾽ ἐν Ὕληι ναίεσκε μέγα πλούτοιο μεμηλώς,λίμνηι κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι |
710 | ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
τοὺς δ᾽ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος ἭρηἈργείους ὀλέκοντας ἐνὶ κρατερῆι ὑσμίνηι,αὐτίκ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, |
715 | ἦ ῥ᾽ ἅλιον τὸν μῦθον ὑπέστημεν ΜενελάωιἼλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι,εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.ἀλλ᾽ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. |
720 | ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππουςἭρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·Ἥβη δ᾽ ἀμφ᾽ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλαχάλκεα ὀκτάκνημα σιδηρέωι ἄξονι ἀμφίς.τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε |
725 | χάλκε᾽ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·πλῆμναι δ᾽ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσινἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.τοῦ δ᾽ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπ᾽ ἄκρωι |
730 | δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνακάλ᾽ ἔβαλε χρύσει᾽· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρηἵππους ὠκύποδας, μεμαυῖ᾽ ἔριδος καὶ ἀϋτῆς.αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιοπέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ᾽ οὔδει |
735 | ποικίλον, ὅν ῥ᾽ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·ἣ δὲ χιτῶν᾽ ἐνδῦσα Διὸς νεφεληγερέταοτεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετ᾽ αἰγίδα θυσσανόεσσανδεινήν, ἣν περὶ μὲν πάντηι Φόβος ἐστεφάνωται, |
740 | ἐν δ᾽ Ἔρις, ἐν δ᾽ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρουδεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.κρατὶ δ᾽ ἐπ᾽ ἀμφίφαλον κυνέην θέτο τετραφάληρονχρυσείην, ἑκατὸν πολίων πρυλέεσσ᾽ ἀραρυῖαν· |
745 | ἐς δ᾽ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ᾽ ἔγχοςβριθὺ μέγα στιβαρόν, τῶι δάμνησι στίχας ἀνδρῶνἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ᾽ ἄρ᾽ ἵππους·αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι, |
750 | τῆις ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τεἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ᾽ ἐπιθεῖναι.τῆι ῥα δι᾽ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλωνἀκροτάτηι κορυφῆι πολυδειράδος Οὐλύμποιο. |
755 | ἔνθ᾽ ἵππους στήσασα θεὰ λευκώλενος ἭρηΖῆν᾽ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·Ζεῦ πάτερ οὐ νεμεσίζηι Ἄρηι τάδε καρτερὰ ἔργαὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶνμὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δ᾽ ἄχος, οἳ δὲ ἕκηλοι |
760 | τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλωνἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηαλυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· |
765 | ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,ἥ ἑ μάλιστ᾽ εἴωθε κακῆις ὀδύνηισι πελάζειν.
ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,μάστιξεν δ᾽ ἵππους· τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθηνμεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. |
770 | ὅσσον δ᾽ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσινἥμενος ἐν σκοπιῆι, λεύσσων ἐπὶ οἴνοπα πόντον,τόσσον ἐπιθρώισκουσι θεῶν ὑψηχέες ἵπποι.ἀλλ᾽ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος, |
775 | ἔνθ᾽ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρηλύσασ᾽ ἐξ ὀχέων, περὶ δ᾽ ἠέρα πουλὺν ἔχευε·τοῖσιν δ᾽ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ᾽ ὁμοῖαιἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι· |
780 | ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοιἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιοεἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισινἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,ἔνθα στᾶσ᾽ ἤϋσε θεὰ λευκώλενος Ἥρη |
785 | Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνωι,ὃς τόσον αὐδήσασχ᾽ ὅσον ἄλλοι πεντήκοντα·αἰδὼς Ἀργεῖοι κάκ᾽ ἐλέγχεα εἶδος ἀγητοί·ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων |
790 | οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·νῦν δὲ ἑκὰς πόλιος κοίληις ἐπὶ νηυσὶ μάχονται.
ὣς εἰποῦσ᾽ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.Τυδεΐδηι δ᾽ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·εὗρε δὲ τόν γε ἄνακτα παρ᾽ ἵπποισιν καὶ ὄχεσφιν |
795 | ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῶι.ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνοςἀσπίδος εὐκύκλου· τῶι τείρετο, κάμνε δὲ χεῖρα,ἂν δ᾽ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμ᾽ ἀπομόργνυ.
ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε· |
800 | ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·καί ῥ᾽ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκονοὐδ᾽ ἐκπαιφάσσειν, ὅτε τ᾽ ἤλυθε νόσφιν Ἀχαιῶνἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας· |
805 | δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·αὐτὰρ ὁ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περκούρους Καδμείων προκαλίζετο, πάντα δ᾽ ἐνίκαῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.σοὶ δ᾽ ἤτοι μὲν ἐγὼ παρά θ᾽ ἵσταμαι ἠδὲ φυλάσσω, |
810 | καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκενἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γ᾽ ἔπειταΤυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· |
815 | γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·τώ τοι προφρονέως ἐρέω ἔπος οὐδ᾽ ἐπικεύσω.οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,ἀλλ᾽ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·οὔ μ᾽ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι |
820 | τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτηἔλθηισ᾽ ἐς πόλεμον, τήν γ᾽ οὐτάμεν ὀξέϊ χαλκῶι.τοὔνεκα νῦν αὐτός τ᾽ ἀναχάζομαι ἠδὲ καὶ ἄλλουςἈργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
|
825 | τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·Τυδεΐδη Διόμηδες ἐμῶι κεχαρισμένε θυμῶιμήτε σύ γ᾽ Ἄρηα τό γε δείδιθι μήτε τιν᾽ ἄλλονἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·ἀλλ᾽ ἄγ᾽ ἐπ᾽ Ἄρηϊ πρώτωι ἔχε μώνυχας ἵππους, |
830 | τύψον δὲ σχεδίην μηδ᾽ ἅζεο θοῦρον Ἄρηατοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,ὃς πρώιην μὲν ἐμοί τε καὶ Ἥρηι στεῦτ᾽ ἀγορεύωνΤρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
|
835 | ὣς φαμένη Σθένελον μὲν ἀφ᾽ ἵππων ὦσε χαμᾶζε,χειρὶ πάλιν ἐρύσασ᾽, ὁ δ᾽ ἄρ᾽ ἐμμαπέως ἀπόρουσεν·ἣ δ᾽ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖονἐμμεμαυῖα θεά· μέγα δ᾽ ἔβραχε φήγινος ἄξωνβριθοσύνηι· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ᾽ ἄριστον. |
840 | λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·αὐτίκ᾽ ἐπ᾽ Ἄρηϊ πρώτωι ἔχε μώνυχας ἵππους.ἤτοι ὁ μὲν Περίφαντα πελώριον ἐξενάριζενΑἰτωλῶν ὄχ᾽ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη |
845 | δῦν᾽ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.
ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,ἤτοι ὁ μὲν Περίφαντα πελώριον αὐτόθ᾽ ἔασεκεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,αὐτὰρ ὁ βῆ ῥ᾽ ἰθὺς Διομήδεος ἱπποδάμοιο. |
850 | οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,πρόσθεν Ἄρης ὠρέξαθ᾽ ὑπὲρ ζυγὸν ἡνία θ᾽ ἵππωνἔγχεϊ χαλκείωι μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνηὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι. |
855 | δεύτερος αὖθ᾽ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδηςἔγχεϊ χαλκείωι· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνηνείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρηι·τῆι ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὁ δ᾽ ἔβραχε χάλκεος Ἄρης |
860 | ὅσσόν τ᾽ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοιἀνέρες ἐν πολέμωι ἔριδα ξυνάγοντες Ἄρηος.τοὺς δ᾽ ἄρ᾽ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τεδείσαντας· τόσον ἔβραχ᾽ Ἄρης ἆτος πολέμοιο.
οἵη δ᾽ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ |
865 | καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,τοῖος Τυδεΐδηι Διομήδεϊ χάλκεος Ἄρηςφαίνεθ᾽ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.καρπαλίμως δ᾽ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων, |
870 | δεῖξεν δ᾽ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,καί ῥ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·Ζεῦ πάτερ οὐ νεμεσίζηι ὁρῶν τάδε καρτερὰ ἔργα;αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲνἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες. |
875 | σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρηνοὐλομένην, ἧι τ᾽ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ᾽ ἐν Ὀλύμπωισοί τ᾽ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·ταύτην δ᾽ οὔτ᾽ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργωι, |
880 | ἀλλ᾽ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ᾽ ἀΐδηλον·ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεαμαργαίνειν ἀνέηκεν ἐπ᾽ ἀθανάτοισι θεοῖσι.Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ᾽ ἐπὶ καρπῶι,αὐτὰρ ἔπειτ᾽ αὐτῶι μοι ἐπέσσυτο δαίμονι ἶσος· |
885 | ἀλλά μ᾽ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸναὐτοῦ πήματ᾽ ἔπασχον ἐν αἰνῆισιν νεκάδεσσιν,ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῆισι.
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε. |
890 | ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸνἭρης· τὴν μὲν ἐγὼ σπουδῆι δάμνημ᾽ ἐπέεσσι·τώ σ᾽ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίηισιν. |
895 | ἀλλ᾽ οὐ μάν σ᾽ ἔτι δηρὸν ἀνέξομαι ἄλγε᾽ ἔχοντα·ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ᾽ ἀΐδηλοςκαί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
ὣς φάτο, καὶ Παιήον᾽ ἀνώγειν ἰήσασθαι. |
900 | τῶι δ᾽ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσωνἠκέσατ᾽· οὐ μὲν γάρ τι καταθνητός γ᾽ ἐτέτυκτο.ὡς δ᾽ ὅτ᾽ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξενὑγρὸν ἐόν, μάλα δ᾽ ὦκα περιτρέφεται κυκόωντι,ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα. |
905 | τὸν δ᾽ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
αἳ δ᾽ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντοἭρη τ᾽ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνηπαύσασαι βροτολοιγὸν Ἄρη᾽ ἀνδροκτασιάων. |