BIBLIOTHECA AUGUSTANA

 

Homeri

Ilias (ca. 730)

 

Ἰλιάδος Δ

 

 

ὁρκίων σύγχυσις · Ἀγαμέμνονος ἐπιπώλησις

 

___________________________________________________________________________________

 

 

 

Οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο

χρυσέωι ἐν δαπέδωι, μετὰ δέ σφισι πότνια Ἥβη

νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι

δειδέχατ᾽ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·

5

αὐτίκ᾽ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην

κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·

δοιαὶ μὲν Μενελάωι ἀρηγόνες εἰσὶ θεάων

Ἥρη τ᾽ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.

ἀλλ᾽ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι

10

τέρπεσθον· τῶι δ᾽ αὖτε φιλομειδὴς Ἀφροδίτη

αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·

καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.

ἀλλ᾽ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·

ἡμεῖς δὲ φραζώμεθ᾽ ὅπως ἔσται τάδε ἔργα,

15

ἤ ῥ᾽ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν

ὄρσομεν, ἦ φιλότητα μετ᾽ ἀμφοτέροισι βάλωμεν.

εἰ δ᾽ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,

ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,

αὖτις δ᾽ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.

 

20

ὣς ἔφαθ᾽, αἳ δ᾽ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·

πλησίαι αἵ γ᾽ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.

ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε

σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ἥιρει·

Ἥρηι δ᾽ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·

25

αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·

πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ᾽ ἀτέλεστον,

ἱδρῶ θ᾽ ὃν ἵδρωσα μόγωι, καμέτην δέ μοι ἵπποι

λαὸν ἀγειρούσηι, Πριάμωι κακὰ τοῖό τε παισίν.

ἕρδ᾽· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.

 

30

τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·

δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες

τόσσα κακὰ ῥέζουσιν, ὅ τ᾽ ἀσπερχὲς μενεαίνεις

Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;

εἰ δὲ σύ γ᾽ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ

35

ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας

ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.

ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω

σοὶ καὶ ἐμοὶ μέγ᾽ ἔρισμα μετ᾽ ἀμφοτέροισι γένηται.

ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῆισιν·

40

ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι

τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,

μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ᾽ ἐᾶσαι·

καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῶι·

αἳ γὰρ ὑπ᾽ ἠελίωι τε καὶ οὐρανῶι ἀστερόεντι

45

ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,

τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ

καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.

οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης

λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.

50

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη·

ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες

Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·

τὰς διαπέρσαι ὅτ᾽ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·

τάων οὔ τοι ἐγὼ πρόσθ᾽ ἵσταμαι οὐδὲ μεγαίρω.

55

εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,

οὐκ ἀνύω φθονέουσ᾽ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.

ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·

καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,

καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,

60

ἀμφότερον γενεῆι τε καὶ οὕνεκα σὴ παράκοιτις

κέκλημαι, σὺ δὲ πᾶσι μετ᾽ ἀθανάτοισιν ἀνάσσεις.

ἀλλ᾽ ἤτοι μὲν ταῦθ᾽ ὑποείξομεν ἀλλήλοισι,

σοὶ μὲν ἐγώ, σὺ δ᾽ ἐμοί· ἐπὶ δ᾽ ἕψονται θεοὶ ἄλλοι

ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίηι ἐπιτεῖλαι

65

ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,

πειρᾶν δ᾽ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς

ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.

 

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶνντε·

αὐτίκ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·

70

αἶψα μάλ᾽ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,

πειρᾶν δ᾽ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς

ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.

 

ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,

βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα.

75

οἷον δ᾽ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω

ἢ ναύτηισι τέρας ἠὲ στρατῶι εὐρέϊ λαῶν

λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·

τῶι ἐϊκυῖ᾽ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,

κὰδ δ᾽ ἔθορ᾽ ἐς μέσσον· θάμβος δ᾽ ἔχεν εἰσορόωντας

80

Τρῶάς θ᾽ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·

ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

ἦ ῥ᾽ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ

ἔσσεται, ἢ φιλότητα μετ᾽ ἀμφοτέροισι τίθησι

Ζεύς, ὅς τ᾽ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.

 

85

ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.

ἣ δ᾽ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ᾽ ὅμιλον

Λαοδόκωι Ἀντηνορίδηι κρατερῶι αἰχμητῆι,

Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.

εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε

90

ἑσταότ᾽· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων

λαῶν, οἵ οἱ ἕποντο ἀπ᾽ Αἰσήποιο ῥοάων·

ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·

ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.

τλαίης κεν Μενελάωι ἐπιπροέμεν ταχὺν ἰόν,

95

πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,

ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρωι βασιλῆϊ.

τοῦ κεν δὴ πάμπρωτα παρ᾽ ἀγλαὰ δῶρα φέροιο,

αἴ κεν ἴδηι Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν

σῶι βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ᾽ ἀλεγεινῆς.

100

ἀλλ᾽ ἄγ᾽ ὀΐστευσον Μενελάου κυδαλίμοιο,

εὔχεο δ᾽ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξωι

ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην

οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.

 

ὣς φάτ᾽ Ἀθηναίη, τῶι δὲ φρένας ἄφρονι πεῖθεν·

105

αὐτίκ᾽ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς

ἀγρίου, ὅν ῥά ποτ᾽ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας

πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῆισι

βεβλήκει πρὸς στῆθος· ὁ δ᾽ ὕπτιος ἔμπεσε πέτρηι.

τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·

110

καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,

πᾶν δ᾽ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.

καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίηι

ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι

μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν

115

πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.

αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δ᾽ ἕλετ᾽ ἰὸν

ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ᾽ ὀδυνάων·

αἶψα δ᾽ ἐπὶ νευρῆι κατεκόσμει πικρὸν ὀϊστόν,

εὔχετο δ᾽ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξωι

120

ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην

οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.

ἕλκε δ᾽ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·

νευρὴν μὲν μαζῶι πέλασεν, τόξωι δὲ σίδηρον.

αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,

125

λίγξε βιός, νευρὴ δὲ μέγ᾽ ἴαχεν, ἆλτο δ᾽ ὀϊστὸς

ὀξυβελὴς καθ᾽ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.

 

οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο

ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,

ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.

130

ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ

παιδὸς ἐέργηι μυῖαν ὅθ᾽ ἡδέϊ λέξεται ὕπνωι,

αὐτὴ δ᾽ αὖτ᾽ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες

χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.

ἐν δ᾽ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·

135

διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,

καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο

μίτρης θ᾽, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,

ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.

ἀκρότατον δ᾽ ἄρ᾽ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·

140

αὐτίκα δ᾽ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.

 

ὡς δ᾽ ὅτε τίς τ᾽ ἐλέφαντα γυνὴ φοίνικι μιήνηι

Μηιονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·

κεῖται δ᾽ ἐν θαλάμωι, πολέες τέ μιν ἠρήσαντο

ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,

145

ἀμφότερον κόσμός θ᾽ ἵππωι ἐλατῆρί τε κῦδος·

τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ

εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλ᾽ ὑπένερθε.

 

ῥίγησεν δ᾽ ἄρ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων

ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·

150

ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.

ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας

ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.

τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων

χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δ᾽ ἑταῖροι·

155

φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκι᾽ ἔταμνον

οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,

ὥς σ᾽ ἔβαλον Τρῶες, κατὰ δ᾽ ὅρκια πιστὰ πάτησαν.

οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν

σπονδαί τ᾽ ἄκρητοι καὶ δεξιαὶ ἧις ἐπέπιθμεν.

160

εἴ περ γάρ τε καὶ αὐτίκ᾽ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,

ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλωι ἀπέτισαν

σὺν σφῆισιν κεφαλῆισι γυναιξί τε καὶ τεκέεσσιν.

εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·

ἔσσεται ἦμαρ ὅτ᾽ ἄν ποτ᾽ ὀλώληι Ἴλιος ἱρὴ

165

καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,

Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων

αὐτὸς ἐπισσείηισιν ἐρεμνὴν αἰγίδα πᾶσι

τῆσδ᾽ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·

ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε

170

αἴ κε θάνηις καὶ πότμον ἀναπλήσηις βιότοιο.

καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·

αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·

κὰδ δέ κεν εὐχωλὴν Πριάμωι καὶ Τρωσὶ λίποιμεν

Ἀργείην Ἑλένην· σέο δ᾽ ὀστέα πύσει ἄρουρα

175

κειμένου ἐν Τροίηι ἀτελευτήτωι ἐπὶ ἔργωι.

καί κέ τις ὧδ᾽ ἐρέει Τρώων ὑπερηνορεόντων

τύμβωι ἐπιθρώισκων Μενελάου κυδαλίμοιο·

αἴθ᾽ οὕτως ἐπὶ πᾶσι χόλον τελέσει᾽ Ἀγαμέμνων,

ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ᾽ Ἀχαιῶν,

180

καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν

σὺν κεινῆισιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.

ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.

 

τὸν δ᾽ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·

θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·

185

οὐκ ἐν καιρίωι ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν

εἰρύσατο ζωστήρ τε παναίολος ἠδ᾽ ὑπένερθε

ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·

αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·

190

ἕλκος δ᾽ ἰητὴρ ἐπιμάσσεται ἠδ᾽ ἐπιθήσει

φάρμαχ᾽ ἅ κεν παύσηισι μελαινάων ὀδυνάων.

 

ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·

Ταλθύβι᾽ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον

φῶτ᾽ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,

195

ὄφρα ἴδηι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,

ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς

Τρώων ἢ Λυκίων, τῶι μὲν κλέος, ἄμμι δὲ πένθος.

 

ὣς ἔφατ᾽, οὐδ᾽ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,

βῆ δ᾽ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων

200

παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν

ἑσταότ᾽· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων

λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.

ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·

ὄρσ᾽ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,

205

ὄφρα ἴδηις Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,

ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς

Τρώων ἢ Λυκίων, τῶι μὲν κλέος, ἄμμι δὲ πένθος.

 

ὣς φάτο, τῶι δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·

βὰν δ᾽ ἰέναι καθ᾽ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.

210

ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι ξανθὸς Μενέλαος

βλήμενος ἦν, περὶ δ᾽ αὐτὸν ἀγηγέραθ᾽ ὅσσοι ἄριστοι

κυκλόσ᾽, ὁ δ᾽ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,

αὐτίκα δ᾽ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·

τοῦ δ᾽ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.

215

λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδ᾽ ὑπένερθε

ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.

αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ᾽ ἔμπεσε πικρὸς ὀϊστός,

αἷμ᾽ ἐκμυζήσας ἐπ᾽ ἄρ᾽ ἤπια φάρμακα εἰδὼς

πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.

 

220

ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,

τόφρα δ᾽ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·

οἳ δ᾽ αὖτις κατὰ τεύχε᾽ ἔδυν, μνήσαντο δὲ χάρμης.

 

ἔνθ᾽ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον

οὐδὲ καταπτώσσοντ᾽ οὐδ᾽ οὐκ ἐθέλοντα μάχεσθαι,

225

ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.

ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῶι·

καὶ τοὺς μὲν θεράπων ἀπάνευθ᾽ ἔχε φυσιόωντας

Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·

τῶι μάλα πόλλ᾽ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν

230

γυῖα λάβηι κάματος πολέας διὰ κοιρανέοντα·

αὐτὰρ ὁ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·

καί ῥ᾽ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,

τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·

Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·

235

οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ᾽ ἀρωγός,

ἀλλ᾽ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο

τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,

ἡμεῖς αὖτ᾽ ἀλόχους τε φίλας καὶ νήπια τέκνα

ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.

 

240

οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,

τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·

Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;

τίφθ᾽ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,

αἵ τ᾽ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι

245

ἑστᾶσ᾽, οὐδ᾽ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·

ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.

ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες

εἰρύατ᾽ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,

ὄφρα ἴδητ᾽ αἴ κ᾽ ὔμμιν ὑπέρσχηι χεῖρα Κρονίων;

 

250

ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·

ἦλθε δ᾽ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.

οἳ δ᾽ ἀμφ᾽ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·

Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,

Μηριόνης δ᾽ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.

255

τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,

αὐτίκα δ᾽ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·

Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων

ἠμὲν ἐνὶ πτολέμωι ἠδ᾽ ἀλλοίωι ἐπὶ ἔργωι

ἠδ᾽ ἐν δαίθ᾽, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον

260

Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.

εἴ περ γάρ τ᾽ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ

δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ

ἕστηχ᾽, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.

ἀλλ᾽ ὄρσευ πόλεμον δ᾽ οἷος πάρος εὔχεαι εἶναι.

 

265

τὸν δ᾽ αὖτ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·

Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος

ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·

ἀλλ᾽ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς

ὄφρα τάχιστα μαχώμεθ᾽, ἐπεὶ σύν γ᾽ ὅρκι᾽ ἔχευαν

270

Τρῶες· τοῖσιν δ᾽ αὖ θάνατος καὶ κήδε᾽ ὀπίσσω

ἔσσετ᾽ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.

 

ὣς ἔφατ᾽, Ἀτρεΐδης δὲ παρώιχετο γηθόσυνος κῆρ·

ἦλθε δ᾽ ἐπ᾽ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·

τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.

275

ὡς δ᾽ ὅτ᾽ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ

ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·

τῶι δέ τ᾽ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα

φαίνετ᾽ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,

ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·

280

τοῖαι ἅμ᾽ Αἰάντεσσι διοτρεφέων αἰζηῶν

δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες

κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.

καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,

καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·

285

Αἴαντ᾽ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,

σφῶϊ μέν· οὐ γὰρ ἔοικ᾽ ὀτρυνέμεν· οὔ τι κελεύω·

αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.

αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον

τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·

290

τώ κε τάχ᾽ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος

χερσὶν ὑφ᾽ ἡμετέρηισιν ἁλοῦσά τε περθομένη τε.

 

ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ᾽ ἄλλους·

ἔνθ᾽ ὅ γε Νέστορ᾽ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν

οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι

295

ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε

Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·

ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,

πεζοὺς δ᾽ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς

ἕρκος ἔμεν πολέμοιο· κακοὺς δ᾽ ἐς μέσσον ἔλασσεν,

300

ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίηι πολεμίζοι.

ἱππεῦσιν μὲν πρῶτ᾽ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει

σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλωι·

μηδέ τις ἱπποσύνηι τε καὶ ἠνορέηφι πεποιθὼς

οἶος πρόσθ᾽ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,

305

μηδ᾽ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.

ὃς δέ κ᾽ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ᾽ ἅρμαθ᾽ ἵκηται

ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.

ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε᾽ ἐπόρθεον

τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.

310

ὣς ὁ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·

καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

ὦ γέρον εἴθ᾽ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν

ὥς τοι γούναθ᾽ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·

315

ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις

ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.

 

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς

ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.

320

ἀλλ᾽ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·

εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.

ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω

βουλῆι καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.

αἰχμὰς δ᾽ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο

325

ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.

 

ὣς ἔφατ᾽, Ἀτρεΐδης δὲ παρώιχετο γηθόσυνος κῆρ.

εὗρ᾽ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον

ἑσταότ᾽· ἀμφὶ δ᾽ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·

αὐτὰρ ὁ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,

330

πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ

ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,

ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες

Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες

ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν

335

Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.

τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,

καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·

ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,

καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον

340

τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ᾽ ἄλλους;

σφῶϊν μέν τ᾽ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας

ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·

πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,

ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.

345

ἔνθα φίλ᾽ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα

οἴνου πινέμεναι μελιηδέος ὄφρ᾽ ἐθέλητον·

νῦν δὲ φίλως χ᾽ ὁρόωιτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν

ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῶι.

 

τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·

350

Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;

πῶς δὴ φὴις πολέμοιο μεθιέμεν ὁππότ᾽ Ἀχαιοὶ

Τρωσὶν ἐφ᾽ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;

ὄψεαι αἴ κ᾽ ἐθέληισθα καὶ αἴ κέν τοι τὰ μεμήληι

Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα

355

Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτ᾽ ἀνεμώλια βάζεις.

 

τὸν δ᾽ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων

ὡς γνῶ χωομένοιο· πάλιν δ᾽ ὅ γε λάζετο μῦθον·

διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ

οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·

360

οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν

ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τ᾽ ἐγώ περ.

ἀλλ᾽ ἴθι ταῦτα δ᾽ ὄπισθεν ἀρεσσόμεθ᾽ εἴ τι κακὸν νῦν

εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.

 

ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ᾽ ἄλλους.

365

εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα

ἑσταότ᾽ ἔν θ᾽ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·

πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.

καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

370

ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο

τί πτώσσεις, τί δ᾽ ὀπιπεύεις πολέμοιο γεφύρας;

οὐ μὲν Τυδέϊ γ᾽ ὧδε φίλον πτωσκαζέμεν ἦεν,

ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,

ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε

375

ἤντησ᾽ οὐδὲ ἴδον· περὶ δ᾽ ἄλλων φασὶ γενέσθαι.

ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας

ξεῖνος ἅμ᾽ ἀντιθέωι Πολυνείκεϊ λαὸν ἀγείρων·

οἳ δὲ τότ᾽ ἐστρατόωνθ᾽ ἱερὰ πρὸς τείχεα Θήβης,

καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·

380

οἳ δ᾽ ἔθελον δόμεναι καὶ ἐπήινεον ὡς ἐκέλευον·

ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.

οἳ δ᾽ ἐπεὶ οὖν ὤιχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,

Ἀσωπὸν δ᾽ ἵκοντο βαθύσχοινον λεχεποίην,

ἔνθ᾽ αὖτ᾽ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.

385

αὐτὰρ ὁ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας

δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.

ἔνθ᾽ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς

τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,

ἀλλ᾽ ὅ γ᾽ ἀεθλεύειν προκαλίζετο, πάντα δ᾽ ἐνίκα

390

ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.

οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων

ἂψ ἄρ᾽ ἀνερχομένωι πυκινὸν λόχον εἷσαν ἄγοντες

κούρους πεντήκοντα· δύω δ᾽ ἡγήτορες ἦσαν,

Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,

395

υἱός τ᾽ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.

Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·

πάντας ἔπεφν᾽, ἕνα δ᾽ οἶον ἵει οἶκον δὲ νέεσθαι·

Μαίον᾽ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.

τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν

400

γείνατο εἷο χέρεια μάχηι, ἀγορῆι δέ τ᾽ ἀμείνω.

 

ὣς φάτο, τὸν δ᾽ οὔ τι προσέφη κρατερὸς Διομήδης

αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·

τὸν δ᾽ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·

Ἀτρεΐδη μὴ ψεύδε᾽ ἐπιστάμενος σάφα εἰπεῖν·

405

ἡμεῖς τοι πατέρων μέγ᾽ ἀμείνονες εὐχόμεθ᾽ εἶναι·

ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο

παυρότερον λαὸν ἀγαγόνθ᾽ ὑπὸ τεῖχος ἄρειον,

πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῆι·

κεῖνοι δὲ σφετέρηισιν ἀτασθαλίηισιν ὄλοντο·

410

τὼ μή μοι πατέρας ποθ᾽ ὁμοίηι ἔνθεο τιμῆι.

 

τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·

τέττα, σιωπῆι ἧσο, ἐμῶι δ᾽ ἐπιπείθεο μύθωι·

οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν

ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·

415

τούτωι μὲν γὰρ κῦδος ἅμ᾽ ἕψεται εἴ κεν Ἀχαιοὶ

Τρῶας δηιώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,

τούτωι δ᾽ αὖ μέγα πένθος Ἀχαιῶν δηιωθέντων.

ἀλλ᾽ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.

 

ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·

420

δεινὸν δ᾽ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος

ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.

 

ὡς δ᾽ ὅτ᾽ ἐν αἰγιαλῶι πολυηχέϊ κῦμα θαλάσσης

ὄρνυτ᾽ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·

πόντωι μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα

425

χέρσωι ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ᾽ ἄκρας

κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ᾽ ἁλὸς ἄχνην·

ὣς τότ᾽ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες

νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος

ἡγεμόνων· οἳ δ᾽ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης

430

τόσσον λαὸν ἕπεσθαι ἔχοντ᾽ ἐν στήθεσιν αὐδήν,

σιγῆι δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι

τεύχεα ποικίλ᾽ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.

Τρῶες δ᾽, ὥς τ᾽ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῆι

μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν

435

ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,

ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·

οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ᾽ ἴα γῆρυς,

ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δ᾽ ἔσαν ἄνδρες.

ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη

440

Δεῖμός τ᾽ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,

Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,

ἥ τ᾽ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα

οὐρανῶι ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·

ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσωι

445

ἐρχομένη καθ᾽ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.

 

οἳ δ᾽ ὅτε δή ῥ᾽ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,

σύν ῥ᾽ ἔβαλον ῥινούς, σὺν δ᾽ ἔγχεα καὶ μένε᾽ ἀνδρῶν

χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι

ἔπληντ᾽ ἀλλήληισι, πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.

450

ἔνθα δ᾽ ἅμ᾽ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν

ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ᾽ αἵματι γαῖα.

ὡς δ᾽ ὅτε χείμαρροι ποταμοὶ κατ᾽ ὄρεσφι ῥέοντες

ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ

κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,

455

τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·

ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.

 

πρῶτος δ᾽ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν

ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·

τόν ῥ᾽ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,

460

ἐν δὲ μετώπωι πῆξε, πέρησε δ᾽ ἄρ᾽ ὀστέον εἴσω

αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,

ἤριπε δ᾽ ὡς ὅτε πύργος ἐνὶ κρατερῆι ὑσμίνηι.

τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ

Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,

465

ἕλκε δ᾽ ὑπ᾽ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα

τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθ᾽ ὁρμή.

νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ

πλευρά, τά οἱ κύψαντι παρ᾽ ἀσπίδος ἐξεφαάνθη,

οὔτησε ξυστῶι χαλκήρεϊ, λῦσε δὲ γυῖα.

470

ὣς τὸν μὲν λίπε θυμός, ἐπ᾽ αὐτῶι δ᾽ ἔργον ἐτύχθη

ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς

ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ᾽ ἄνδρ᾽ ἐδνοπάλιζεν.

 

ἔνθ᾽ ἔβαλ᾽ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας

ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ

475

Ἴδηθεν κατιοῦσα παρ᾽ ὄχθηισιν Σιμόεντος

γείνατ᾽, ἐπεί ῥα τοκεῦσιν ἅμ᾽ ἕσπετο μῆλα ἰδέσθαι·

τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι

θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν

ἔπλεθ᾽ ὑπ᾽ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.

480

πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν

δεξιόν· ἀντικρὺ δὲ δι᾽ ὤμου χάλκεον ἔγχος

ἦλθεν· ὁ δ᾽ ἐν κονίηισι χαμαὶ πέσεν αἴγειρος ὣς

ἥ ῥά τ᾽ ἐν εἱαμενῆι ἕλεος μεγάλοιο πεφύκει

λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπ᾽ ἀκροτάτηι πεφύασι·

485

τὴν μέν θ᾽ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρωι

ἐξέταμ᾽, ὄφρα ἴτυν κάμψηι περικαλλέϊ δίφρωι·

ἣ μέν τ᾽ ἀζομένη κεῖται ποταμοῖο παρ᾽ ὄχθας.

τοῖον ἄρ᾽ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν

Αἴας διογενής· τοῦ δ᾽ Ἄντιφος αἰολοθώρηξ

490

Πριαμίδης καθ᾽ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.

τοῦ μὲν ἅμαρθ᾽, ὁ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον

βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσ᾽ ἐρύοντα·

ἤριπε δ᾽ ἀμφ᾽ αὐτῶι, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.

τοῦ δ᾽ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,

495

βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῶι,

στῆ δὲ μάλ᾽ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῶι

ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο

ἀνδρὸς ἀκοντίσσαντος· ὁ δ᾽ οὐχ ἅλιον βέλος ἧκεν,

ἀλλ᾽ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα

500

ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ᾽ ἵππων ὠκειάων.

τόν ῥ᾽ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ

κόρσην· ἣ δ᾽ ἑτέροιο διὰ κροτάφοιο πέρησεν

αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,

δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῶι.

505

χώρησαν δ᾽ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·

Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,

ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δ᾽ Ἀπόλλων

Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετ᾽ ἀΰσας·

ὄρνυσθ᾽ ἱππόδαμοι Τρῶες μηδ᾽ εἴκετε χάρμης

510

Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος

χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·

οὐ μὰν οὐδ᾽ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο

μάρναται, ἀλλ᾽ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.

ὣς φάτ᾽ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς

515

ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια

ἐρχομένη καθ᾽ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.

 

ἔνθ᾽ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·

χερμαδίωι γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι

κνήμην δεξιτερήν· βάλε δὲ Θρηικῶν ἀγὸς ἀνδρῶν

520

Πείρως Ἰμβρασίδης ὃς ἄρ᾽ Αἰνόθεν εἰληλούθει.

ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς

ἄχρις ἀπηλοίησεν· ὁ δ᾽ ὕπτιος ἐν κονίηισι

κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας

θυμὸν ἀποπνείων· ὁ δ᾽ ἐπέδραμεν ὅς ῥ᾽ ἔβαλέν περ

525

Πείροος, οὖτα δὲ δουρὶ παρ᾽ ὀμφαλόν· ἐκ δ᾽ ἄρα πᾶσαι

χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.

τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ

στέρνον ὑπὲρ μαζοῖο, πάγη δ᾽ ἐν πνεύμονι χαλκός·

ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δ᾽ ὄβριμον ἔγχος

530

ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,

τῶι ὅ γε γαστέρα τύψε μέσην, ἐκ δ᾽ αἴνυτο θυμόν.

τεύχεα δ᾽ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι

Θρήϊκες ἀκρόκομοι δολίχ᾽ ἔγχεα χερσὶν ἔχοντες,

οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν

535

ὦσαν ἀπὸ σφείων· ὁ δὲ χασσάμενος πελεμίχθη.

ὣς τώ γ᾽ ἐν κονίηισι παρ᾽ ἀλλήλοισι τετάσθην,

ἤτοι ὁ μὲν Θρηικῶν, ὁ δ᾽ Ἐπειῶν χαλκοχιτώνων

ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.

 

ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,

540

ὅς τις ἔτ᾽ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῶι

δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη

χειρὸς ἑλοῦσ᾽, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·

πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνωι

πρηνέες ἐν κονίηισι παρ᾽ ἀλλήλοισι τέταντο.