BIBLIOTHECA AUGUSTANA

 

Homeri

Ilias (ca. 730)

 

Ἰλιάδος Γ

 

 

ὅρκοι · τειχοσκοπία · Ἀλεξάνδρου καὶ

Μενελάου μονομαχία

 

___________________________________________________________________________________

 

 

 

Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ᾽ ἡγεμόνεσσιν ἕκαστοι,

Τρῶες μὲν κλαγγῆι τ᾽ ἐνοπῆι τ᾽ ἴσαν ὄρνιθες ὣς

ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·

αἵ τ᾽ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον

5

κλαγγῆι ταί γε πέτονται ἐπ᾽ ὠκεανοῖο ῥοάων

ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·

ἠέριαι δ᾽ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.

οἳ δ᾽ ἄρ᾽ ἴσαν σιγῆι μένεα πνείοντες Ἀχαιοὶ

ἐν θυμῶι μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.

 

10

εὖτ᾽ ὄρεος κορυφῆισι Νότος κατέχευεν ὀμίχλην

ποιμέσιν οὔ τι φίλην, κλέπτηι δέ τε νυκτὸς ἀμείνω,

τόσσόν τίς τ᾽ ἐπιλεύσσει ὅσον τ᾽ ἐπὶ λᾶαν ἵησιν·

ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ᾽ ἀελλὴς

ἐρχομένων· μάλα δ᾽ ὦκα διέπρησσον πεδίοιο.

 

15

οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,

Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς

παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα

καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῶι

πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους

20

ἀντίβιον μαχέσασθαι ἐν αἰνῆι δηϊοτῆτι.

τὸν δ᾽ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος

ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,

ὥς τε λέων ἐχάρη μεγάλωι ἐπὶ σώματι κύρσας

εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα

25

πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν

σεύωνται ταχέες τε κύνες θαλεροί τ᾽ αἰζηοί·

ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα

ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·

αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.

 

30

τὸν δ᾽ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς

ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,

ἂψ δ᾽ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων.

ὡς δ᾽ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη

οὔρεος ἐν βήσσηις, ὑπό τε τρόμος ἔλλαβε γυῖα,

35

ἂψ δ᾽ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,

ὣς αὖτις καθ᾽ ὅμιλον ἔδυ Τρώων ἀγερώχων

δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.

τὸν δ᾽ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·

Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ

40

αἴθ᾽ ὄφελες ἄγονός τ᾽ ἔμεναι ἄγαμός τ᾽ ἀπολέσθαι·

καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν

ἢ οὕτω λώβην τ᾽ ἔμεναι καὶ ὑπόψιον ἄλλων.

ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ

φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν

45

εἶδος ἔπ᾽, ἀλλ᾽ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.

ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι

πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,

μιχθεὶς ἀλλοδαποῖσι γυναῖκ᾽ εὐειδέ᾽ ἀνῆγες

ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων

50

πατρί τε σῶι μέγα πῆμα πόληΐ τε παντί τε δήμωι,

δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῶι·

οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον·

γνοίης χ᾽ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·

οὐκ ἄν τοι χραίσμηι κίθαρις τά τε δῶρ᾽ Ἀφροδίτης

55

ἥ τε κόμη τό τε εἶδος ὅτ᾽ ἐν κονίηισι μιγείης.

ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη

λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ᾽ ὅσσα ἔοργας.

 

τὸν δ᾽ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·

Ἕκτορ ἐπεί με κατ᾽ αἶσαν ἐνείκεσας οὐδ᾽ ὑπὲρ αἶσαν·

60

αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς

ὅς τ᾽ εἶσιν διὰ δουρὸς ὑπ᾽ ἀνέρος ὅς ῥά τε τέχνηι

νήϊον ἐκτάμνηισιν, ὀφέλλει δ᾽ ἀνδρὸς ἐρωήν·

ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·

μή μοι δῶρ᾽ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·

65

οὔ τοι ἀπόβλητ᾽ ἐστὶ θεῶν ἐρικυδέα δῶρα

ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δ᾽ οὐκ ἄν τις ἕλοιτο·

νῦν αὖτ᾽ εἴ μ᾽ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,

ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,

αὐτὰρ ἔμ᾽ ἐν μέσσωι καὶ ἀρηΐφιλον Μενέλαον

70

συμβάλετ᾽ ἀμφ᾽ Ἑλένηι καὶ κτήμασι πᾶσι μάχεσθαι·

ὁππότερος δέ κε νικήσηι κρείσσων τε γένηται,

κτήμαθ᾽ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ᾽ ἀγέσθω·

οἳ δ᾽ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες

ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων

75

Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.

 

ὣς ἔφαθ᾽, Ἕκτωρ δ᾽ αὖτ᾽ ἐχάρη μέγα μῦθον ἀκούσας,

καί ῥ᾽ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας

μέσσου δουρὸς ἑλών· τοὶ δ᾽ ἱδρύνθησαν ἅπαντες.

τῶι δ᾽ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ

80

ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ᾽ ἔβαλλον·

αὐτὰρ ὁ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

ἴσχεσθ᾽ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·

στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.

 

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἔσχοντο μάχης ἄνεώι τ᾽ ἐγένοντο

85

ἐσσυμένως· Ἕκτωρ δὲ μετ᾽ ἀμφοτέροισιν ἔειπε·

κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ

μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.

ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς

τεύχεα κάλ᾽ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρηι,

90

αὐτὸν δ᾽ ἐν μέσσωι καὶ ἀρηΐφιλον Μενέλαον

οἴους ἀμφ᾽ Ἑλένηι καὶ κτήμασι πᾶσι μάχεσθαι.

ὁππότερος δέ κε νικήσηι κρείσσων τε γένηται

κτήμαθ᾽ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ᾽ ἀγέσθω·

οἳ δ᾽ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.

 

95

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῆι·

τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·

κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει

θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη

Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε

100

εἵνεκ᾽ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ᾽ ἀρχῆς·

ἡμέων δ᾽ ὁπποτέρωι θάνατος καὶ μοῖρα τέτυκται

τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.

οἴσετε ἄρν᾽, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,

Γῆι τε καὶ Ἠελίωι· Διὶ δ᾽ ἡμεῖς οἴσομεν ἄλλον·

105

ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ᾽ ὅρκια τάμνηι

αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,

μή τις ὑπερβασίηι Διὸς ὅρκια δηλήσηται.

αἰεὶ δ᾽ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·

οἷς δ᾽ ὁ γέρων μετέηισιν ἅμα πρόσσω καὶ ὀπίσσω

110

λεύσσει, ὅπως ὄχ᾽ ἄριστα μετ᾽ ἀμφοτέροισι γένηται.

 

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε

ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.

καί ῥ᾽ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ᾽ ἔβαν αὐτοί,

τεύχεά τ᾽ ἐξεδύοντο· τὰ μὲν κατέθεντ᾽ ἐπὶ γαίηι

115

πλησίον ἀλλήλων, ὀλίγη δ᾽ ἦν ἀμφὶς ἄρουρα·

Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε

καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·

αὐτὰρ ὁ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων

νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδ᾽ ἄρν᾽ ἐκέλευεν

120

οἰσέμεναι· ὁ δ᾽ ἄρ᾽ οὐκ ἀπίθησ᾽ Ἀγαμέμνονι δίωι.

 

Ἶρις δ᾽ αὖθ᾽ Ἑλένηι λευκωλένωι ἄγγελος ἦλθεν

εἰδομένη γαλόωι Ἀντηνορίδαο δάμαρτι,

τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων

Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.

125

τὴν δ᾽ εὗρ᾽ ἐν μεγάρωι· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε

δίπλακα πορφυρέην, πολέας δ᾽ ἐνέπασσεν ἀέθλους

Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,

οὕς ἑθεν εἵνεκ᾽ ἔπασχον ὑπ᾽ Ἄρηος παλαμάων·

ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·

130

δεῦρ᾽ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι

Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,

οἳ πρὶν ἐπ᾽ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα

ἐν πεδίωι ὀλοοῖο λιλαιόμενοι πολέμοιο·

οἳ δὴ νῦν ἕαται σιγῆι, πόλεμος δὲ πέπαυται,

135

ἀσπίσι κεκλιμένοι, παρὰ δ᾽ ἔγχεα μακρὰ πέπηγεν.

αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος

μακρῆις ἐγχείηισι μαχήσονται περὶ σεῖο·

τῶι δέ κε νικήσαντι φίλη κεκλήσηι ἄκοιτις.

 

ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῶι

140

ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·

αὐτίκα δ᾽ ἀργεννῆισι καλυψαμένη ὀθόνηισιν

ὁρμᾶτ᾽ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα

οὐκ οἴη, ἅμα τῆι γε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο,

Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·

145

αἶψα δ᾽ ἔπειθ᾽ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.

 

οἳ δ᾽ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην

Λάμπόν τε Κλυτίον θ᾽ Ἱκετάονά τ᾽ ὄζον Ἄρηος

Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω

ἥατο δημογέροντες ἐπὶ Σκαιῆισι πύληισι,

150

γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ᾽ ἀγορηταὶ

ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθ᾽ ὕλην

δενδρέωι ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·

τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ᾽ ἐπὶ πύργωι.

οἳ δ᾽ ὡς οὖν εἴδονθ᾽ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,

155

ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον·

οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς

τοιῆιδ᾽ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·

αἰνῶς ἀθανάτηισι θεῆις εἰς ὦπα ἔοικεν·

ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ᾽ ἐν νηυσὶ νεέσθω,

160

μηδ᾽ ἡμῖν τεκέεσσί τ᾽ ὀπίσσω πῆμα λίποιτο.

 

ὣς ἄρ᾽ ἔφαν, Πρίαμος δ᾽ Ἑλένην ἐκαλέσσατο φωνῆι·

δεῦρο πάροιθ᾽ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,

ὄφρα ἴδηι πρότερόν τε πόσιν πηούς τε φίλους τε·

οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν

165

οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν·

ὥς μοι καὶ τόνδ᾽ ἄνδρα πελώριον ἐξονομήνηις

ὅς τις ὅδ᾽ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.

ἤτοι μὲν κεφαλῆι καὶ μείζονες ἄλλοι ἔασι,

καλὸν δ᾽ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,

170

οὐδ᾽ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.

 

τὸν δ᾽ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·

αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·

ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο

υἱέϊ σῶι ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα

175

παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.

ἀλλὰ τά γ᾽ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.

τοῦτο δέ τοι ἐρέω ὅ μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾶις·

οὗτός γ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,

ἀμφότερον βασιλεύς τ᾽ ἀγαθὸς κρατερός τ᾽ αἰχμητής·

180

δαὴρ αὖτ᾽ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ᾽ ἔην γε.

 

ὣς φάτο, τὸν δ᾽ ὁ γέρων ἠγάσσατο φώνησέν τε·

ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,

ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.

ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,

185

ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους

λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,

οἵ ῥα τότ᾽ ἐστρατόωντο παρ᾽ ὄχθας Σαγγαρίοιο·

καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην

ἤματι τῶι ὅτε τ᾽ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·

190

ἀλλ᾽ οὐδ᾽ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.

 

δεύτερον αὖτ᾽ Ὀδυσῆα ἰδὼν ἐρέειν᾽ ὁ γεραιός·

εἴπ᾽ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδ᾽ ἐστί·

μείων μὲν κεφαλῆι Ἀγαμέμνονος Ἀτρεΐδαο,

εὐρύτερος δ᾽ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.

195

τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρηι,

αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·

ἀρνειῶι μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλωι,

ὅς τ᾽ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.

 

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειθ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα·

200

οὗτος δ᾽ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,

ὃς τράφη ἐν δήμωι Ἰθάκης κραναῆς περ ἐούσης

εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.

 

τὴν δ᾽ αὖτ᾽ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·

ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·

205

ἤδη γὰρ καὶ δεῦρό ποτ᾽ ἤλυθε δῖος Ὀδυσσεὺς

σεῦ ἕνεκ᾽ ἀγγελίης σὺν ἀρηϊφίλωι Μενελάωι·

τοὺς δ᾽ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,

ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.

ἀλλ᾽ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν

210

στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,

ἄμφω δ᾽ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·

ἀλλ᾽ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον

ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,

παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος

215

οὐδ᾽ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν.

ἀλλ᾽ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς

στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,

σκῆπτρον δ᾽ οὔτ᾽ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,

ἀλλ᾽ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·

220

φαίης κε ζάκοτόν τέ τιν᾽ ἔμμεναι ἄφρονά τ᾽ αὔτως.

ἀλλ᾽ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη

καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίηισιν,

οὐκ ἂν ἔπειτ᾽ Ὀδυσῆΐ γ᾽ ἐρίσσειε βροτὸς ἄλλος·

οὐ τότε γ᾽ ὧδ᾽ Ὀδυσῆος ἀγασσάμεθ᾽ εἶδος ἰδόντες.

 

225

τὸ τρίτον αὖτ᾽ Αἴαντα ἰδὼν ἐρέειν᾽ ὁ γεραιός·

τίς τὰρ ὅδ᾽ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε

ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;

 

τὸν δ᾽ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·

οὗτος δ᾽ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·

230

Ἰδομενεὺς δ᾽ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς

ἕστηκ᾽, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.

πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος

οἴκωι ἐν ἡμετέρωι ὁπότε Κρήτηθεν ἵκοιτο.

νῦν δ᾽ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,

235

οὕς κεν ἐῢ γνοίην καί τ᾽ οὔνομα μυθησαίμην·

δοιὼ δ᾽ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν

Κάστορά θ᾽ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα

αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.

ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,

240

ἢ δεύρω μὲν ἕποντο νέεσσ᾽ ἔνι ποντοπόροισι,

νῦν αὖτ᾽ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν

αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ᾽ ἅ μοί ἐστιν.

 

ὣς φάτο, τοὺς δ᾽ ἤδη κάτεχεν φυσίζοος αἶα

ἐν Λακεδαίμονι αὖθι φίληι ἐν πατρίδι γαίηι.

 

245

κήρυκες δ᾽ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ

ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης

ἀσκῶι ἐν αἰγείωι· φέρε δὲ κρητῆρα φαεινὸν

κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·

ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·

250

ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι

Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων

ἐς πεδίον καταβῆναι ἵν᾽ ὅρκια πιστὰ τάμητε·

αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος

μακρῆις ἐγχείηισι μαχήσοντ᾽ ἀμφὶ γυναικί·

255

τῶι δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ᾽ ἕποιτο·

οἳ δ᾽ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες

ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται

Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.

 

ὣς φάτο ῥίγησεν δ᾽ ὁ γέρων, ἐκέλευσε δ᾽ ἑταίρους

260

ἵππους ζευγνύμεναι· τοὶ δ᾽ ὀτραλέως ἐπίθοντο.

ἂν δ᾽ ἄρ᾽ ἔβη Πρίαμος, κατὰ δ᾽ ἡνία τεῖνεν ὀπίσσω·

πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·

τὼ δὲ διὰ Σκαιῶν πεδίον δ᾽ ἔχον ὠκέας ἵππους.

 

ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,

265

ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν

ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.

ὄρνυτο δ᾽ αὐτίκ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,

ἂν δ᾽ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ

ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον

270

μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.

Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,

ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,

ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα

κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.

275

τοῖσιν δ᾽ Ἀτρεΐδης μεγάλ᾽ εὔχετο χεῖρας ἀνασχών·

Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,

Ἠέλιός θ᾽, ὃς πάντ᾽ ἐφορᾶις καὶ πάντ᾽ ἐπακούεις,

καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας

ἀνθρώπους τίνυσθον ὅτις κ᾽ ἐπίορκον ὀμόσσηι,

280

ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δ᾽ ὅρκια πιστά·

εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνηι

αὐτὸς ἔπειθ᾽ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,

ἡμεῖς δ᾽ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·

εἰ δέ κ᾽ Ἀλέξανδρον κτείνηι ξανθὸς Μενέλαος,

285

Τρῶας ἔπειθ᾽ Ἑλένην καὶ κτήματα πάντ᾽ ἀποδοῦναι,

τιμὴν δ᾽ Ἀργείοις ἀποτινέμεν ἥν τιν᾽ ἔοικεν,

ἥ τε καὶ ἐσσομένοισι μετ᾽ ἀνθρώποισι πέληται.

εἰ δ᾽ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες

τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,

290

αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς

αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.

 

ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῶι·

καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας

θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.

295

οἶνον δ᾽ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν

ἔκχεον, ἠδ᾽ εὔχοντο θεοῖς αἰειγενέτηισιν.

ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·

Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι

ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν

300

ὧδέ σφ᾽ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος

αὐτῶν καὶ τεκέων, ἄλοχοι δ᾽ ἄλλοισι δαμεῖεν.

 

ὣς ἔφαν, οὐδ᾽ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.

τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·

κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·

305

ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν

ἄψ, ἐπεὶ οὔ πω τλήσομ᾽ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι

μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλωι Μενελάωι·

Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι

ὁπποτέρωι θανάτοιο τέλος πεπρωμένον ἐστίν.

 

310

ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,

ἂν δ᾽ ἄρ᾽ ἔβαιν᾽ αὐτός, κατὰ δ᾽ ἡνία τεῖνεν ὀπίσσω·

πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.

τὼ μὲν ἄρ᾽ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·

 

Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς

315

χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα

κλήρους ἐν κυνέηι χαλκήρεϊ πάλλον ἑλόντες,

ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.

λαοὶ δ᾽ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,

ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·

320

Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε

ὁππότερος τάδε ἔργα μετ᾽ ἀμφοτέροισιν ἔθηκε,

τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,

ἡμῖν δ᾽ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.

 

ὣς ἄρ᾽ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ

325

ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.

οἳ μὲν ἔπειθ᾽ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστωι

ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε᾽ ἔκειτο·

αὐτὰρ ὅ γ᾽ ἀμφ᾽ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ

δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.

330

κνημῖδας μὲν πρῶτα περὶ κνήμηισιν ἔθηκε

καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·

δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν

οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δ᾽ αὐτῶι.

ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον

335

χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·

κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμωι κυνέην εὔτυκτον ἔθηκεν

ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·

εἵλετο δ᾽ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.

ὣς δ᾽ αὔτως Μενέλαος ἀρήϊος ἔντε᾽ ἔδυνεν.

 

340

οἳ δ᾽ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,

ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο

δεινὸν δερκόμενοι· θάμβος δ᾽ ἔχεν εἰσορόωντας

Τρῶάς θ᾽ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.

καί ῥ᾽ ἐγγὺς στήτην διαμετρητῶι ἐνὶ χώρωι

345

σείοντ᾽ ἐγχείας ἀλλήλοισιν κοτέοντε.

πρόσθε δ᾽ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,

καὶ βάλεν Ἀτρεΐδαο κατ᾽ ἀσπίδα πάντοσε ἴσην,

οὐδ᾽ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ

ἀσπίδ᾽ ἐνὶ κρατερῆι· ὁ δὲ δεύτερον ὄρνυτο χαλκῶι

350

Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·

Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκ᾽ ἔοργε

δῖον Ἀλέξανδρον, καὶ ἐμῆις ὑπὸ χερσὶ δάμασσον,

ὄφρα τις ἐρρίγηισι καὶ ὀψιγόνων ἀνθρώπων

ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχηι.

 

355

ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,

καὶ βάλε Πριαμίδαο κατ᾽ ἀσπίδα πάντοσε ἴσην·

διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,

καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·

ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα

360

ἔγχος· ὁ δ᾽ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.

Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον

πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῶι

τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.

Ἀτρεΐδης δ᾽ ὤιμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·

365

Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·

ἦ τ᾽ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·

νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος

ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδ᾽ ἔβαλόν μιν.

 

ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,

370

ἕλκε δ᾽ ἐπιστρέψας μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς·

ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,

ὅς οἱ ὑπ᾽ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.

καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,

εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,

375

ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·

κεινὴ δὲ τρυφάλεια ἅμ᾽ ἕσπετο χειρὶ παχείηι.

τὴν μὲν ἔπειθ᾽ ἥρως μετ᾽ ἐϋκνήμιδας Ἀχαιοὺς

ῥῖψ᾽ ἐπιδινήσας, κόμισαν δ᾽ ἐρίηρες ἑταῖροι·

αὐτὰρ ὁ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων

380

ἔγχεϊ χαλκείωι· τὸν δ᾽ ἐξήρπαξ᾽ Ἀφροδίτη

ῥεῖα μάλ᾽ ὥς τε θεός, ἐκάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῆι,

κὰδ δ᾽ εἷσ᾽ ἐν θαλάμωι εὐώδεϊ κηώεντι.

αὐτὴ δ᾽ αὖ Ἑλένην καλέουσ᾽ ἴε· τὴν δὲ κίχανε

πύργωι ἐφ᾽ ὑψηλῶι, περὶ δὲ Τρωιαὶ ἅλις ἦσαν·

385

χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,

γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν

εἰροκόμωι, ἥ οἱ Λακεδαίμονι ναιετοώσηι

ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·

τῆι μιν ἐεισαμένη προσεφώνεε δῖ᾽ Ἀφροδίτη·

390

δεῦρ᾽ ἴθ᾽· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.

κεῖνος ὅ γ᾽ ἐν θαλάμωι καὶ δινωτοῖσι λέχεσσι

κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης

ἀνδρὶ μαχεσσάμενον τόν γ᾽ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ

ἔρχεσθ᾽, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.

 

395

ὣς φάτο, τῆι δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·

καί ῥ᾽ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν

στήθεά θ᾽ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,

θάμβησέν τ᾽ ἄρ᾽ ἔπειτα ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·

δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;

400

ἦ πήι με προτέρω πολίων εὖ ναιομενάων

ἄξεις, ἢ Φρυγίης ἢ Μηιονίης ἐρατεινῆς,

εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·

οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος

νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ᾽ ἄγεσθαι,

405

τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;

ἧσο παρ᾽ αὐτὸν ἰοῦσα, θεῶν δ᾽ ἀπόεικε κελεύθου,

μηδ᾽ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,

ἀλλ᾽ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,

εἰς ὅ κέ σ᾽ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.

410

κεῖσε δ᾽ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·

κείνου πορσανέουσα λέχος· Τρωιαὶ δέ μ᾽ ὀπίσσω

πᾶσαι μωμήσονται· ἔχω δ᾽ ἄχε᾽ ἄκριτα θυμῶι.

 

τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ᾽ Ἀφροδίτη·

μή μ᾽ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,

415

τὼς δέ σ᾽ ἀπεχθήρω ὡς νῦν ἔκπαγλ᾽ ἐφίλησα,

μέσσωι δ᾽ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ

Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.

 

ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα,

βῆ δὲ κατασχομένη ἑανῶι ἀργῆτι φαεινῶι

420

σιγῆι, πάσας δὲ Τρωιὰς λάθεν· ἦρχε δὲ δαίμων.

 

αἳ δ᾽ ὅτ᾽ Ἀλεξάνδροιο δόμον περικαλλέ᾽ ἵκοντο,

ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,

ἣ δ᾽ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.

τῆι δ᾽ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη

425

ἀντί᾽ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·

ἔνθα κάθιζ᾽ Ἑλένη κούρη Διὸς αἰγιόχοιο

ὄσσε πάλιν κλίνασα, πόσιν δ᾽ ἠνίπαπε μύθωι·

ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ᾽ ὀλέσθαι

ἀνδρὶ δαμεὶς κρατερῶι, ὃς ἐμὸς πρότερος πόσις ἦεν.

430

ἦ μὲν δὴ πρίν γ᾽ εὔχε᾽ ἀρηϊφίλου Μενελάου

σῆι τε βίηι καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·

ἀλλ᾽ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον

ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σ᾽ ἔγωγε

παύεσθαι κέλομαι, μηδὲ ξανθῶι Μενελάωι

435

ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι

ἀφραδέως, μή πως τάχ᾽ ὑπ᾽ αὐτοῦ δουρὶ δαμήηις.

 

τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·

μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·

νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνηι,

440

κεῖνον δ᾽ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.

ἀλλ᾽ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·

οὐ γάρ πώ ποτέ μ᾽ ὧδέ γ᾽ ἔρως φρένας ἀμφεκάλυψεν,

οὐδ᾽ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς

ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,

445

νήσωι δ᾽ ἐν Κραναῆι ἐμίγην φιλότητι καὶ εὐνῆι,

ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.

ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δ᾽ εἵπετ᾽ ἄκοιτις.

 

τὼ μὲν ἄρ᾽ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,

Ἀτρεΐδης δ᾽ ἀν᾽ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς

450

εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.

ἀλλ᾽ οὔ τις δύνατο Τρώων κλειτῶν τ᾽ ἐπικούρων

δεῖξαι Ἀλέξανδρον τότ᾽ ἀρηϊφίλωι Μενελάωι·

οὐ μὲν γὰρ φιλότητί γ᾽ ἐκεύθανον εἴ τις ἴδοιτο·

ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνηι.

455

τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι·

νίκη μὲν δὴ φαίνετ᾽ ἀρηϊφίλου Μενελάου,

ὑμεῖς δ᾽ Ἀργείην Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῆι

 

ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν᾽ ἔοικεν,

460

ἥ τε καὶ ἐσσομένοισι μετ᾽ ἀνθρώποισι πέληται.

ὣς ἔφατ᾽ Ἀτρεΐδης, ἐπὶ δ᾽ ἤινεον ἄλλοι Ἀχαιοί.