BIBLIOTHECA AUGUSTANA

 

Hesiodos

ca. 710 a. Chr. n.

 

Γυναικῶν κατάλογος

 

Ἑλένης μνηστῆρες. Ὁ δεινὸς ὄφις.

 

___________________________________________________

 

 

 

Ἑλένης μνηστῆρες.

196

Pap. Berol. 9739 col. I, ed. Wilamowitz:

]της ἀγὸς ἀνδρῶν [αἰχμ]ητάων 

]ης πάντων ἀριδε[ίκετ]ος ἀνδρῶν· 

]ας τε καὶ ἔγχεϊ ὀξ[υόε]ντι· 

]ַου λιπαρὴν πόλι[ν ε]ἵνεκα κούρης 

5

ἣ εἶ]δος ἔχε χρυσῆς Ἀφ[ροδί]της· 

]ν Χαρίτων ἀμαρ[ύγμ]ατ᾽ ἔχουσαν· 

] Τυνδαρέου βασ[ιλῆ]ος 

]ροισι δόμοις [ַַַַַ] κυανῶπις· 

]ַַַַַ μεγε[ַַַַַ ַַ]ַַτַַ[ 

10

]κῶνσ

]ַ[

 

197

Pap. Berol. 9739 col. II, ed. Wilamowitz:

τοσσαύτας δὲ γυναῖκας ἀμύμονα ἔργ᾽ εἰδυίας, 

πάσας χρυσείας φιάλας ἐν χερσὶν ἐχούσας· 

καί νύ κε δὴ Κάστωρ τε καὶ ὁ κρατερὸς Πολυδεύκης 

γαμβρὸν ποιήσαντο κατὰ κράτος, ἀλλ᾽ Ἀγαμέμνων 

5  ___

γαμβρὸς ἐὼν ἐμνᾶτο κασιγνήτωι Μενελάωι. 

υἱὼ δ᾽ Ἀμφιαράου Ὀϊκλείδαο ἄνακτος 

ἐξ Ἄργεος ἐμνῶντο μ[λ᾽ ἐγ]γύθεν· ἀλλ᾽ ἄρα καὶ τοὺς 

ὦρσ]ε θεῶν [ַַַַַ ַַַַַ ַַνέ]μεσίς τ[νθρώπων 

ַַַַ]ַθητ

 

198

Pap. Berol. 9739 col. III, ed. Wilamowitz; Pap. Oxy. 2491 fr. 1, ed. Lobel:

    ___

ἀλλ᾽ οὐκ ἦν ἀπάτης ἔργον παρὰ Τυνδαρίδηισιν. 

ἐκ δ᾽ Ἰθάκης ἐμνᾶτο Ὀδυσσῆος ἱερὴ ἴς, 

υἱὸς Λαέρταο πολύκροτα μήδεα εἰδώς. 

δῶρα μὲν οὔ ποτ᾽ ἔπεμπε τανισφύρου εἵνεκα κούρης· 

5

ἤιδεε γὰρ κατὰ θυμὸν ὅτι ξανθὸς Μενέλαος 

νικήσει, κτήνωι γὰρ Ἀχαιῶν φέρτατος ἦεν· 

ἀγγελίην δ᾽ αἰεὶ Λακεδαίμονάδε προΐαλλεν 

    ___

Κάστορί θ᾽ ἱπποδάμωιַ καὶ ἀεθλοφόρωι Πολυδεύκει. 

Αἰ]τωλῶν δ᾽ ἐμνᾶτ[ο] Θόας [Ἀνδραίμο]νος υἱὸς 

10

δί]ου Ἀρητιάδαο· δί[<δ>ου] δ᾽ ἀπε[ρείσια ἕ]δνα, 

πο]λλὰ μάλ᾽ ργυφα μ[ῆλ]α καὶ [εἰλίποδας ἕλικ]α[ς] βοῦς· 

ἤθ]ελε γὰρ ַαμ[ַַַַַ ַ]σεַ[ 

ַַ]ַωδαι[ 

ַַַ]ασθη[ 

15

ַַַ]σκα[ 

ַַַַ]ρο

 

199

Pap. Berol. 9739 col. IV, ed. Wilamowitz:

[ἀγγελίην δ᾽ αἰεὶ Λακεδαίμονάδε προΐαλλεν] 

Κάστορί θ᾽ ἱπποδάμωι καὶ ἀεθλοφόρωι Πολυδεύκει, 

ἱμείρων Ἑλένης πόσις ἔμμεναι ἠυκόμοιο, 

    ___

εἶδος οὔ τι ἰδών, ἀλλ᾽ ἄλλων μῦθον ἀκούων. 

ἐκ Φυλάκης δ᾽ ἐμνῶντο δύ᾽ ἀνέρες ἔξοχ᾽ ἄριστοι

5

υἱός τ᾽ Ἰφίκλοιο Ποδάρκης Φυλακίδαο 

ἠύς τ᾽ Ἀκτορίδης ὑπερήνωρ Πρωτεσίλαος· 

ἄμφω δ᾽ ἀγγελίην Λακεδαίμονάδε προΐαλλον 

Τυνδαρέου π[οτ] δῶμα δαΐφρονος Οἰβαλίδαο, 

πολλὰ δ᾽ ἔεδν[α δίδον,] μέγα γὰρ κλέος [ἔσκε γυ]ναικός, 

10

χαλκ

χρυ[ς 

 

200

Pap. Berol. 9739 col. V, ed. Wilamowitz:

ַַַַַ ַַַַַ ַ]ρεη[            μάλα δ᾽ ἤθελε - - - 

    ___

Ἀργείης Ἑλένης πόσις ἔμμεναι ἠυκόμοιο. 

ἐκ δ᾽ ἄρ᾽ Ἀθηνέων μνᾶθ᾽ υἱὸς Π[ετεῶο Μενεσθεύς, 

πολλὰ δ᾽ ἔεδνα δίδου· κειμήλια γ[ὰρ μάλα πολλὰ 

5

ἔκτητο, χρυσόν τε λέβητάς τ[ε τρίποδάς τε, 

καλά, τά ῥ᾽ ἔνδοθι κεῦθε δόμος Πε[τεῶο ἄνακτος· 

οἷς μιν θυμὸς ἀνῆκεν ἐεδνώσ[ασθαι ἄκοιτιν 

πλεῖστα πορόντ᾽, ἐπεὶ ο[ὔ] τιν᾽ ἐέλπε[το φέρτερον εἶναι 

πάντω]ν ἡρώων κτήνεσσί τε δω[τίναις τε. 

10

ַַַַַ]τείδαο δόμους κρατερὸς [ 

ַַַַַ ַַַַַ ַ Ἑλένη]ς ἕνεκ᾽ ἠυ[κόμοιο 

 

203

Nicolaus Damascenus (90 F 24) in Excerptis de virtut. I. 339. 16 Büttner-Wobst:

ἀλκὴν μὲν γὰρ ἔδωκεν Ὀλύμπιος Αἰακίδηισι, 

νοῦν δ᾽ Ἀμυθαονίδαις, πλοῦτον δ᾽ ἔπορ᾽ Ἀτρεΐδηισι. 

 

204

Pap. Berol. 10560, ed. Schubart-Wilamowitz:

41

μνᾶτο· πλεῖστα δὲ δῶρα μετὰ ξανθὸν Μενέλαον 

μνηστήρων ἐδίδου· μάλα δ᾽ ἤθελε ὃν κατὰ θυμὸν 

      ___

Ἀργείης Ἑλένης πόσις ἔμμεναι ἠυκόμοιο

Αἴας δ᾽ ἐκ Σαλαμῖνος ἀμώμητος πολεμιστὴς 

45

μνᾶτο· δίδου δ᾽ ἄρα ἕδνα [ο]ικότα, θαυματὰ ἔργα· 

οἳ γὰρ ἔχον Τροιζῆνα καὶ ἀγ[χ]ίαλον Ἐπίδαυρον 

νῆσόν τ᾽ Αἴγιναν Μάσητά τε κοῦρο[ι] Ἀχαιῶν 

καὶ Μέγαρα σκιόεντα καὶ ὀφρυόεντα Κόρινθον, 

Ἑρμιόνην Ἀσίνην τε παρὲξ ἅλα ναιεταώσας, 

50

τῶν ἔφατ᾽ εἰλίποδάς τε βόας κ[α] [ἴ]φια μῆλα 

      ___

συνελάσας δώσειν· ἐκέκαστο γὰρ ἔγχεϊ μακρῶι

αὐτὰρ ἀπ᾽ Εὐβο[ί]ης Ἐλεφήνωρ ὄρχαμος [νδρ]ῶν 

Χαλκωδοντιάδης, μεγαθύμων [ἀ]ρχ[ὸς] [βά]ν[των, 

μνᾶτο· πολλὰ δὲ δῶρα δίδ[ου]· μάλ[α] δἤθελε θυ[μῶι 

55  ___

Ἀργείης Ἑλένης πόσις ἔμμενα[ι ἠ]υκ[όμ]οι[ο. 

ἐκ Κρήτης δ᾽ ἐμνᾶτο μέγα σθένος Ἰδομ[ενῆος 

Δευκαλίδης, Μίνωος ἀγακλειτοῖο γενέ[θλης· 

οὐδέ τινα μνηστῆρα μ[ε]τάγγελον ἄλλ[ον ἔπεμψεν, 

ἀλλ᾽ αὐτὸς [σ]ὺν νηῒ πολυκλήϊδι μελαίνη[ι 

60

βῆπὲρ γυλίου πόντου διὰ κῦμα κελαιν[ὸν 

Τυνδαρέου ποτὶ δῶμα δαΐφρονος, ὄφρ[α ἴδοιτο 

Ἀ]ρ[γείην] Ἑλένην, μηδ᾽ ἄλλων οον κ[ούοι 

μῦθον, ὃς] ἤδη πᾶσαν ἐπὶ [χθ]όνα δῖαν ἵκαν[εν 

ַַַַַ ַַַ]ַφασιη Ζηνὸς μεγαַηַַα

65

ַַַַַ ַַַַַ ַ]ַַַε· [ַ(ַ)ταδ[ַַַַ]ַ[ 

                 ]ַַα[ַַ]ַ[ַ]ַ[ 

                                 ]ַφ[ 

                                            ]ει 

                                            ]λησ 

70

                                          ]κα[ַ]τιν 

                                            ]εδεַַַ 

                                              ]δα 

                      ]εϊζ[ַַַַַ]ַַַַַַַι 

                      ]νε[ַַַַַ ַַ]ַַַַψων 

75

ַַַַַ ַַַַ]ι[ַַַַַ ַַ]κα[ַַ]ַ(ַ)σַַַβαθείηι 

ַַַַַ ַַַַ]ρο[ַַַַַַ]κ[ַַ(ַ)]υַ(ַ) εἵνεκα κούρης 

ַַַַַ ַַַַַ ַַַ]ַουτ[ַַ]ελε[ַַ]ַַַγκασַ[ַַ] 

πάν]τας δὲ μνηστῆρ[ας] ἀπ[ήι]τεεν ρκια πιστ

ὀ]μνύμεναί τ᾽ ἐκέλευσ[ε] και [ַַ]πַַ ἀράασθαι 

80

σπονδῆι, μή τιν᾽ ἔτ᾽ ἄλλον [ἄ]νευ θεν ἄλλα πένεσθαι 

ἀμφὶ γάμωι κούρης εὐ[ω]λ[ένο]υ· ὃς δέ κεν ἀνδρῶν 

αὐτὸς ἕλοιτο βίηι, νέμεσίν τ᾽ ἀπ[ο]θεῖτο καὶ αἰδῶ, 

τὸν μέτα πάντας ἄνωγεν ἀολλέας ὁρμηθῆνα[ι 

ποινὴν τεισομένους. τοὶ δ᾽ ἀπτερέως ἐπίθον[το 

85

ἐλπόμενοι τελέειν πάντες γάμον· ἀλλ[ρα πάντας 

Ἀτρε[ίδ]ης ν[ίκησε]ν ἀρηΐφιλος Μενέλαος 

πλε[στ]α πορών. Χείρων δ᾽ ἐν Πηλίωι ὑλήεντι 

Πηλείδην ἐκόμιζε πόδας ταχύν, ἔξοχον ἀνδρῶν, 

παῖδ᾽ ἔτ᾽ ἐόν[τ᾽·] οὐ γάρ μιν ἀρηΐφιλος Μενέλαος 

90

νίκησ᾽ οὐδέ τις ἄλλος ἐπιχθονίων ἀνθρώπων 

μνηστεύων Ἑλένην, εἴ μιν κίχε παρθένον οὖσαν 

οἴκαδε νοστήσας ἐκ Πηλίου ὠκὺς Ἀχιλλεύς. 

ἀλλ᾽ ἄρα τὴν πρίν γ᾽ ἔσχεν ἀρηΐφιλος Μενέλαος· 

ἣ τέκεν Ἑρμιόνην καλλίσφυρ[ο]ν ἐν μεγάροισιν 

95

ἄελπτον. πάντες δὲ θεοὶ δίχα θυμὸν ἔθεντο 

ἐξ ἔριδος· δὴ γὰρ τότε μήδετο θέσκελα ἔργα 

Ζεὺς ὑψιβρεμέτης, †μεῖξαι κατ᾽ ἀπείρονα γαῖαν 

τυρβάξας,† ἤδη δὲ γένος μερόπων ἀνθρώπων 

πολλὸν ἀϊστῶσαι σπεῦδε, πρ[ό]φασιν μὲν ὀλέσθαι 

100

ψυχὰς ἡμιθέων ַַַַַ ַַַַַ ַ]οισι βροτοῖσι 

τέκνα θεῶν μι[ַַַ]ַ[ַַ]οַ[ ὀφ]θαλμοῖσιν ὁρῶντα, 

ἀλλοἳ μ[ὲ]ν μάκ[α]ρες κ[ַַַַַַַ]ν ὡς τὸ πάρος περ 

χωρὶς ἀπ᾽ ἀν[θ]ρώπων[ βίοτον κα] ἤθε᾽ ἔχωσιν 

το[ַַ]εַεαλ[ ἀθα]νάτω[ν τε ἰδὲ] θνητῶν ἀνθρώπων 

105

ַַַ[                                           ]καλ ἄλγος ἐπ᾽ ἄλγει 

Ζε[ς                                      ]κ[ַַ]εַ κερσε 

ο[                                                        ]ερζει

                                                       ἐ]πὶ μαστῶι 

                                            ]α [μη]δέ τις ἀν[δ]ρῶν 

110

ַַַַַ ַַַ νηῶν δὲ] μελαινάων ἐπιβαίη· 

ַַַַַ ַַַַַ ַַַַַ ַβ]ηφί τε φέρτατος εἶναι 

ַַַַַ ַַַַַ ַַַַַ ַ]ε καταθνητῶν ἀνθρώπων 

ַַַַַ ַַַַַ ַַַַַ ἔ]στι καὶ ὁππόσα μέλ<λ>ει ἔσεσθαι 

ַַַַַ ַַַַַ ַַַַַ ַַ]α μήδεται ἠδὲ γεραίρει 

115

ַַַַַ ַַַַַ ַַַַַ ַ] Διὸς νεφεληγερέταο 

ַַַַַ]ַι[ַ]ַαַַυ(ַ)ηַַַַַַַφράσσασθαι ἔμελλεν 

οὔτε θ]εῶ[ν] μακάρων οὔτε θνητῶν ἀνθρώπων· 

ַַַ π]ολλὰς Ἀΐδηι κεφαλὰς ἀπὸ χαλκὸν ἰάψ[ει]ν 

ἀν]δρῶν ἡρώων ἐν δηϊοτῆτι πεσόντων· 

120

λλ᾽ οπώ ποτε πατρὸς ἐπηισθάνετο φρενὸ[ς] ρμ[ς· 

ἀ]λλά τε κῆρ᾽ ἀλεείνοντες σφετέροισι τέκεσσι 

ַ]ַַποντ᾽ ἄνθρωποι, πραπίδων δ᾽ ἐπετέρπετ᾽ ἐρωῆι 

πα]τρὸς ἐρισθεν<έ>ος, μεγάλ᾽ ἀνδράσι μηδομένοιο. 

 

Ὁ δεινὸς ὄφις.

πο)λλὰ δ᾽ ἀπὸ γλωθρῶν δενδρέων ἀμύοντα χαμᾶζε 

125

χεύετο καλὰ πέτηλα, ῥέεσκε δὲ καρπὸς ἔραζε 

π]νείοντος Βορέαο περιζαμενὲς Διὸς αἴσηι, 

ַ]ַ´λεσκεν δὲ θάλασσα, τρόμ{ε}εσκε δὲ πάντ᾽ ἀπὸ τοῖο, 

τρύχεσκεν δὲ μένος βρότεον, μινύθεσκε δὲ καρπός, 

ὥρηι ἐν εἰαρινῆι, ὅτε τ᾽ ἄτριχος οὔρεσι τίκτει 

130

γ]αί[η]ς ἐν κευθμῶνι τρίτωι ἔτεϊ τρία τέκνα. 

ἦρο]σ μὲν κατ᾽ ὄρος καὶ ἀνὰ δρυμ{ν}ὰ πυκνὰ καὶ ὕλην 

εἶσι]ν [λυσ]κάζων καὶ ἀπ[ε]χθαίρων πάτον ἀνδρῶν 

ἄγκεα καὶ κνημοὺς κατα

χειμῶνος δ᾽ ἐπιόντος ὑπὸ ַ[ 

135

κεῖται πόλλ᾽ ἐπιεσσάμενος ε

δεινὸς ὄφις κατὰ νῶτα δα[φοιν-

ἀλλά μιν ὑβριστήν τε κα [ἄγριον 

κῆλα Διὸς δαμνᾶι φὴ λυַ[ 

ψυχὴ τοῦ [γ]᾽ οἴη καταλείπε[ται 

140

ἣ δ᾽ ἀμφ᾽ αὐτόχυτον θαλαμ

ἠβαιήν ελַ(ַ)ειρα κατὰ χθ[ονός 

εἶσιν ἀμαυρωθεῖσ[ַ]ποθε

κεῖται δεχ

Ὧραι τεκַַ[ 

145

τέρψηι δ᾽ ἀ[νθρώπους 

αὖτις ἐπι[ 

γαίης τε[ 

ἔνθεν α[ 

θηλειερ[ 

150

ἐς φῶς· ο[ 

φράζετα[ι 

ἔρχετ[αι 

ἤπια τη

γαη ωσ

155

πότμο

ἰᾶσθαι[ 

οἳ δ᾽ ἂν ἰω[ 

νούσων[ 

ἀλλατα[ 

160

τηλεθο[ω-

τοῖσι δε[ 

τριστοι

ἐπλη[ַ]ַ[ 

εἶσιν δ[ 

165

φῦλον [ 

δ[ 

 

desunt versus 4

 

171

α

υ

θ[ 

φα

175

ενν[ 

ζώε[σκ-

νοσφ[ 

κηρ[ 

καὶ γα[ 

180

ἀγρο[