BIBLIOTHECA AUGUSTANA

 

Hesiodos

ca. 710 a. Chr. n.

 

Γυναικῶν κατάλογος

 

Ἀποσπάσματα ἀδέσποτα

 

___________________________________________________

 

 

 

Πολυκάστη

221

Eustathius in Hom. (π 117-20) p. 1796. 38

Τηλεμάχωι δ᾽ ἄρ᾽ ἔτικτεν ἐύζωνος Πολυκάστη

Νέστορος ὁπλοτάτη κούρη Νηληϊάδαο

Περσέπολιν μιχθεῖσα διὰ χρυσῆν Ἀφροδίτην

 

Εὔμολπος, Ἱπποθόων

227

Herodianus, π. μον. λέξ. 10 (II. 915. 22 Lentz)

Εὔμολπος Δόλιχός τε καὶ Ἱπποθόων μεγάθυμος

 

Κῆρυξ

228

Schol. A Hom. Ξ 119 (II.38. 28 Dindorf)

ἰδὼν δ᾽ ἱππηλάτα Κῆρυξ,

 

Κλεόδαιος

231

Schol. Apollon. Rhod. Α 824 (p. 71. 6 Wendel)

θεσσάμενος γενεὴν Κλεοδαίου κυδαλίμοιο

 

Οἱ Δωριεῖς

233

Etymol. gen. s.v. τριχάϊκες

πάντες δὲ τριχάϊκες καλέονται

οὕνεκα τρισσὴν γαῖαν ἑκὰς πάτρης ἐδάσαντο.

 

Οἱ Λέλεγες

234

Strabo VII. 7. 2. p. 322

ἤτοι γὰρ Λοκρὸς Λελέγων ἡγήσατο λαῶν,

τοὺς ῥά ποτε Κρονίδης Ζεὺς ἄφθιτα μήδεα εἰδὼς

λεκτοὺς ἐκ γαίης ΛΑΟΥΣ πόρε Δευκαλίωνι·

 

Ἰλεὺς Λοκρῶν βασιλεύς

235

Etym. gen. et Gud. (apud Reitzenstein, Gesch. der griech. Etymologica 161. 4), Etym. magn. s.v. Ἰλεύς

Ἰλέα, τόν ῥ᾽ ἐφίλησεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·

καί οἱ τοῦτ᾽ ὀνόμην᾽ ὄνομ᾽ ἔμμεναι, οὕνεκα νύμφην

εὑρόμενος ἵλεων μίχθη ἐρατῆι φιλότητι

ἤματι τῶι, ὅτε τεῖχος ἐυδμήτοιο πόληος

ὑψηλὸν ποίησε Ποσειδάων καὶ Ἀπόλλων.

 

Θόας

236

Choeroboscus in Theodos. I. 123. 22 Hilgard

ἣ δὲ Θόαν τέκεν υἱόν

 

Ὁ οἶνος

239

Athenaeus X. 32. p. 428C

οἷα Διώνυσος δῶκ᾽ ἀνδράσι χάρμα καὶ ἄχθος.

ὅστις ἄδην πίνηι, οἶνος δέ οἱ ἔπλετο μάργος,

σὺν δὲ πόδας χεῖράς τε δέει γλῶσσάν τε νόον τε

δεσμοῖς ἀφράστοισι, φιλεῖ δέ ἑ μαλθακὸς ὕπνος

 

Δωδώνη

240

Schol. Soph. Trach. 1167 (p. 344 Papageorgios) «Σελλῶν»

ἔστι τις Ἑλλοπίη πολυλήϊος ἠδ᾽ εὐλείμων

ἀφνειὴ μήλοισι καὶ εἰλιπόδεσσι βόεσσιν·

ἐν δ᾽ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται

πολλοὶ ἀπειρέσιοι φῦλα θνητῶν ἀνθρώπων·

ἔνθα δὲ Δωδώνη τις ἐπ᾽ ἐσχατιῆι πεπόλισται·

τὴν δὲ Ζεὺς ἐφίλησε καὶ ὃν χρηστήριον εἶναι

τίμιον ἀνθρώποις <

> ναῖον δ᾽ ἐν πυθμένι φηγοῦ·

ἔνθεν ἐπιχθόνιοι μαντήϊα πάντα φέρονται.

ὃς δὴ κεῖθι μολὼν θεὸν ἄμβροτον ἐξερεείνηι

δῶρα φέρων <τ᾽> ἔλθηισι σὺν οἰωνοῖς ἀγαθοῖσιν

 

242

Comm. in Antimachum Coloph. p. 83 Wyss (Pap. Mediol. 17 col. II 26 sqq., ed. Vogliano)

ἐ[ν δ᾽] ἄρα κούραις δέξατο

 

243

Pap. Oxy. 2505, ed. Lobel

]ַ[

]ολεησι[

]πַωρθιַ[

τηλ]ύγετος με(ַ) ַ[

]εην ὤπυιε θε[

ἣ δέ οἱ ἐν ]μεγάροις θεοεί[κελα γείνατο τέκνα

 

245

Apollonius Dyscolus, De pronominibus I. 82. 21 Schneider

ἳν δ᾽ αὐτῶι θανάτου ταμίης

 

Αἱ Νύμφαι

304

Plutarchus, De defectu oraculorum 11, p. 415 (III. 71-72 Paton-Pohlenz)

ἐννέα τοι ζώει γενεὰς λακέρυζα κορώνη 

ἀνδρῶν ἡβώντων· ἔλαφος δέ τε τετρακόρωνος· 

τρεῖς δ᾽ ἐλάφους ὁ κόραξ γηράσκεται· αὐτὰρ ὁ φοῖνιξ 

ἐννέα τοὺς κόρακας· δέκα δ᾽ ἡμεῖς τοὺς φοίνικας 

νύμφαι ἐυπλόκαμοι, κοῦραι Διὸς αἰγιόχοιο. 

 

Λίνος

305

Schol. T Hom. Σ 570 (VI. 279. 16 Maass), <λίνον> 

Οὐρανίη δ᾽ ἄρ᾽ ἔτικτε Λίνον πολυήρατον υἱόν· 

ὃν δή, ὅσοι βροτοί εἰσιν ἀοιδοὶ καὶ κιθαρισταί, 

πάντες μὲν θρηνεῦσιν ἐν εἰλαπίναις τε χοροῖς τε, 

ἀρχόμενοι δὲ Λίνον καὶ λήγοντες καλέουσιν 

 

Τὸ ὄφεως δῆγμα

307

Schol. Hom. δ 231 (I. 196. 3 Dindorf)

εἰ μὴ Ἀπόλλων Φοῖβος ὑπὲκ θανάτοιο σαώσαι 

ἢ αὐτὸς Παιήων, ὃς ἁπάντων φάρμακα οἶδεν 

 

Ζεύς

308

Clemens, Protr. 7. 73. 3 (I. 55. 25 Stählin)

αὐτὸς γὰρ πάντων βασιλεὺς καὶ κοίρανός ἐστιν 

ἀθανάτων τέ οἱ οὔ τις ἐρήρισται κράτος ἄλλος 

 

Αἱ Μοῦσαι

310

Clemens, Strom. I. 6. 36 (II. 24. 2 Stählin-Früchtel)

Μουσάων, αἵ τ᾽ ἄνδρα πολυφραδέοντα τιθεῖσι 

θέσπιον αὐδήεντα