BIBLIOTHECA AUGUSTANA

 

Hesiodos

ca. 710 a. Chr. n.

 

Γυναικῶν κατάλογος

 

Ἀπόγονοι τοῦ Ἀσωπός

 

___________________________________________________

 

 

 

Ἀσωπὸς παῖδας μὲν ἐγέννησεν

Ἰσμηνὸν καὶ Πελάγοντα, θυγατέρας δὲ Αἴγιναν,

Ἰσμήνην, Φιλύραν. Αἴγιναν ἥρπασε Ζεύς, ἐξ ἧς αὐτῶι παῖς

ἐγένετο Αἰακὸς. γαμεῖ δὲ Αἰακὸς Ἐνδηίδα,

ἐξ ἧς αὐτῶι παῖδες ἐγένοντο Πηλεύς τε καὶ Τελαμών.

Κυρήνη, ἀπόγονος τῆς Φιλύρας, παῖδα Ἀρισταῖον ἐγέννησεν.

Αὐτονόης δὲ καὶ Ἀρισταίου παῖς Ἀκταίων

ἐγένετο, ὃς τραφεὶς παρὰ Χείρωνι κυνηγὸς ἐδιδάχθη,

καὶ ἔπειτα ὕστερον ἐν τῶι Κιθαιρῶνι

κατεβρώθη ὑπὸ τῶν ἰδίων κυνῶν.

 

 

Αἴγινα

205

Schol. Pind. Nem. III. 21 (III. 45 Drachmann):

ἣ δ᾽ ὑποκυσαμένη τέκεν Αἰακὸν ἱππιοχάρμην... 

αὐτὰρ ἐπεί ῥ᾽ ἥβης πολυηράτου ἵκετο μέτρον, 

μοῦνος ἐὼν ἤσχαλλε· πατὴρ δ᾽ ἀνδρῶν τε θεῶν τε, 

ὅσσοι ἔσαν μύρμηκες ἐπηράτου ἔνδοθι νήσου, 

5

τοὺς ἄνδρας ποίησε βαθυζώνους τε γυναῖκας. 

οἳ δή τοι πρῶτοι ζεῦξαν νέας ἀμφιελίσσας, 

<πρῶτοι δ᾽ ἱστί᾽ ἔθεν νηὸς πτερὰ ποντοπόροιο> 

 

Πηλεύς

209

Schol. Pind. Nem. IV. 95 (III. 80. 23-81. 5 Drachmann):

ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· 

αὐτὸν μὲν σχέσθαι, κρύψαι δ᾽ ἀδόκητα μάχαιραν 

καλήν, ἥν οἱ ἔτευξε περικλυτὸς Ἀμφιγυήεις, 

ὡς τὴν μαστεύων οἶος κατὰ Πήλιον αἰπὺ 

5

αἶψ᾽ ὑπὸ Κενταύροισιν ὀρεσκώιοισι δαμείη 

 

Πηλεύς

212b

Pap. Oxy. 2511, ed. Lobel:

]ַַַ[ַַַַַַַ]ַַετο Μοῖρα κρατα[ι]

δηַ[ַַַַτε]τλητι θυμῶι        [

]υμε[ַַַַַ]ַַν ταναήκεϊ χαλκῶι

]κτομεν[ַַַ]ַַ[ַ`]υ χερσὶ στιβαρῆισι          [

5

]εַַθεν ַ[ַַַַ]ַַ Σκαιῆισι πύληισι           [

]ַַρω[ַַַַַκα] ἐσσομνοισι πυθέσθαι· [ 

Ἰ]αωλκ[ὸν ἐυκ]τιμένην ἀλάπαξεν       [

Φθίη]ν ξ[ίκετο] μητέρα μήλων               [

ἐν εὐρ]υχρωι Ἰαωλκ[ῶι     ]κφ[ 

10

]ַοַ[ 

]ַ[ 

 

Πηλεύς

211

Pap. Argent. 55, ed. Reitzenstein:

ַַַַַ ַַ] Φθίην ἐξίκετο μητέρα μήλων, 

πολλὰ] κτήματ᾽ ἄγων ἐξ εὐρυχόρου Ἰαωλκοῦ, 

Πηλεὺ]ς Αἰακίδης, φίλος ἀθανάτοισι θεοῖσιν. 

λαοῖσιν] δὲ ἰ[δ]οῦσιν ἀγαίετο θυμὸς ἅπασιν, 

5

ὥς τε πό]λιν [ἀ]λάπαξεν ἐύκτιτον, ὥς τ᾽ ἐτέλεσσεν 

ἱμερόεν]τα γ[ά]μον, καὶ τοῦτ᾽ ἔπος εἶπαν ἅπαντες· 

«τρὶς μ)άκαρ Αἰακίδη καὶ τετράκις ὄλβιε Πηλεῦ, 

ַַַַַ]ַο[ַ] μέ[γα] δῶρον Ὀλύμπιος εὐρύοπα Ζεύς 

ַַַַַ ַַַַ]ַ[ַַַַ μ]άκαρες θεοὶ ἐξετέλεσσαν· 

10

ὃς τοῖσδ᾽ ἐν μεγάροις ἱε)ρὸν λέχος εἰσαναβαίνων 

ַַַַַ ַַַַַ ַַַַַ ַ πατ]ὴρ ποίησε Κρονίων 

ַַַַַ ַַַַַ ַַַַַ περ] τ᾽ ἄλλων ἀλφηστάων 

ַַַַַ ַַַַַ ַַַַַ ַַ χθονὸ]ς ὅσ[σ]ο[ι καρ]πὸν [ἔ]δουσι 

 

Κυρήνη

215

Schol. Pind. Pyth. IX. 6 (II. 221. 12 Drachmann):

οἵη Φθίηι Χαρίτων ἄπο κάλλος ἔχουσα 

Πηνειοῦ παρ᾽ ὕδωρ καλὴ ναίεσκε Κυρήνη 

 

Ἀρισταῖος

217

Pap. Oxy. 2489, ed. Lobel:

Ἀρι]σταῖον βαθυχαίτην 

]σν Ἑρμῆι Μαιάδος υἱεῖ 

]ἐπίσκοπος ἠδὲ νομήων 

]ι δώματα καλά 

5

τε]θνηότα πορσανέουσαι 

]μεν κλυτὸς Ἀργειώνη 

]ַι ἔκδοσαν οἴηι 

]ώπιδος ἀγλαὸν ἔργον 

 

 

Ἀκταίων

P. Oxy. 2509 Lobel (Hirschberger 103; non habet M.-W.):

ἐσσυμένος δ᾽ ἤϊξε δι᾽ αἰθέρος ἀτρυγέτοι[ο

Χείρωνος δ᾽ ἵκανε μέγα σπέος· ἔνθα δ᾽ ἔνα[ιε

Χείρων νηΐδ᾽ ἔχων νύμφην θυμαρέ᾽ ἄκ[οιτιν.

ἔνθα δὲ Φιλλυρίδην ἔπεα πτερόεντα προση[ύδα·

5

Χ[ε]ίρων οἶσθα καὶ αὐτὸς ὁμῶς μα[κ]άρεσσι θεοῖ[σιν

ὡς ἔσται Σεμέλης ἐρικυδέος ἀγλαὸς υἱὸς

καὶ Διὸς αἰγιόχοιο Διώνυσος πολυγηθ[ὴ]ς

ὅς ποτε τοῖσδε κ[ύ]νεσσιν ὄρος κατὰ ν[η]ρ[ιτό]φυλ[λον

τ[έρ]ψετ᾽ ἔχων· ὅτε δ᾽ αὖτε πατὴρ ἀνδ[ρ]ῶν τε θε[ῶν τε

10

αὐ[τ]ὸν ἄγηι μετὰ φῦλ[α] θεῶν ἀειγενετάων

ς χῶρον πάλιν αὖτις ἐλεύσονται κ[ύνες] ο[οι

σο[ὶ δ] [δ] ἤματα πάντα διαμπερὲς αἰὲ[ν ἔ]σο[νται.

ὣς] ἔφατ᾽ αἰγιόχοιο Διὸς κούρη μεγ[άλοιο

]ַַεων δὲ [κ]υνῶ[ν ]ַ[ ἐξ]είλετο λύσσα[ν.

15

ἣ μ]ν ἔβη πρὸς [Ὄλυμπον ἀπὸ χθονὸς εὐ]ρυοδείη[ς

ἀθαν]άτων μετὰ [φῦλα θεῶν αἰειγεν]ετά[ω]ν

το][ς] δ᾽ ἄχος Ἀκτα[ίωνος ἐγίγνετο τεθν]ειῶ[τος

δ]εσπότεω [γ]νωσαν δὲ [

ὠ]ρυχμοῖο δὲ πᾶς πλὴσ[θη

20

π]οσσὶ κόνι<ν> ἔχεον τι ַ[

κ]λαγ[γ]ῆς θεσπεσίης χ[