BIBLIOTHECA AUGUSTANA

 

Hesiodos

ca. 710 a. Chr. n.

 

Γυναικῶν κατάλογος

 

Ἀπόγονοι τοῦ Ἄτλαντος,

Πληϊάδων τέκνα

 

___________________________________________________

 

 

 

Ἰαπετοῦ δὲ καὶ Ἀσίας τῆς Ὠκεανοῦ ἐγένετο Ἄτλας, ὃς ἔχει τοῖς ὤμοις τὸν οὐρανόν.

Ἄτλαντος δὲ καὶ τῆς Ὠκεανοῦ Πληιόνης ἐγένοντο θυγατέρες ἑπτὰ ἐν Κυλλήνῃ τῆς Ἀρκαδίας, αἱ Πληιάδες προσαγορευθεῖσαι, Ἀλκυόνη Μερόπη Κελαινὼ Ἠλέκτρα Ἀστερόπη Ταϋγέτη Μαῖα.

169

Schol. Pind. Nem. II. 17 (III. 34/35 Drachmann):

Τηϋγέτη τ᾽ ἐρόεσσα καὶ Ἠλέκτρη κυανῶπις

Ἀλκυόνη τε καὶ Ἀστερόπη δίη τε Κελαινὼ

Μαῖά τε καὶ Μερόπη, τὰς γείνατο φαίδιμος Ἄτλας

 

Μαῖα ἡ πρεσβυτάτη Διὶ συνελθοῦσα ἐν ἄντρωι τῆς Κυλλήνης Ἑρμῆν τίκτει.

170

pergit schol. Pind.:

Κυλλήνης ἐν ὄρεσσι θεῶν κήρυκα τέχ᾽ Ἑρμῆν

 

Ταϋγέτη δὲ ἐκ Διὸς ἐγέννησε Λακεδαίμονα, ἀφ᾽ οὗ καὶ Λακεδαίμων ἡ χώρα καλεῖται.

Λακεδαίμονος δὲ καὶ Σπάρτης τῆς Εὐρώτα Ἀμύκλας καὶ Εὐρυδίκη, ἣν ἔγημεν Ἀκρίσιος.

Ἀμύκλα δὲ καὶ Διομήδης τῆς Λαπίθου Κυνόρτης καὶ Ὑάκινθος. τοῦτον εἶναι τοῦ

Ἀπόλλωνος ἐρώμενον λέγουσιν, ὃν δίσκωι βαλὼν ἄκων ἀπέκτεινε.

171

Pap. Oxy. 1359 fr. 4, ed. Grenfell-Hunt:

Ἀμύ]κλασ[

Λαπί]θαο θύγατ[ρα

]χθονίοιο[

θεῶν ἄπ]ο κάλλος ἔ[χουσαν

5

ἐυπλ]καμον Δ[ιομ]ήδ[ην·

ἣ δ᾽ Ὑάκινθον ἔτικτεν ἀμύ]μονά τε κρατερόν τε

]α, τόν ῥά ποτ᾽ αὐτὸς

Φοῖβος ἀκερσεκόμης ἀέκων κτάνε νηλέ]ϊ δίσκωι

 

172

Pap. Oxy. 1359 fr. 5, ed. Grenfell-Hunt:

]ַ[

]αι γέρας ἄφ[θιτον

]αιμοντεν[

διὰ χρυσῆ]ν Ἀφροδίτην

5

]ַκε γυν[αικ-

 

Κυνόρτου δὲ Περιήρης, τοῦ δὲ Οἴβαλον, Οἰβάλου δὲ καὶ νηίδος νύμφης Βατείας

Τυνδάρεων Ἱπποκόωντα Ἰκάριον. Τυνδάρεω δὲ καὶ Λήδας Τιμάνδρα, ἣν Ἔχεμος ἔγημε,

καὶ Κλυταιμνήστρα, ἣν ἔγημεν Ἀγαμέμνων, καὶ Ἑλένη. Μενέλαος μὲν οὖν

ἐξ Ἑλένης Ἑρμιόνην ἐγέννησε καὶ Νικόστρατον.

175

Schol. Soph. El. 539 (p. 128 Papageorgios):

ἣ τέκεθ᾽ Ἑρμιόνην δουρικλειτῶι Μενελάωι·

ὁπλότατον δ᾽ ἔτεκεν Νικόστρατον ὄζον Ἄρηος

 

176

Schol. Eur. Or. 249 (I. 123. 8-21 Schwartz):

τῆισιν δὲ φιλομμειδὴς Ἀφροδίτη

ἠγάσθη προσιδοῦσα, κακῆι δέ σφ᾽ ἔμβαλε φήμηι.

Τιμάνδρη μὲν ἔπειτ᾽ Ἔχεμον προλιποῦσ᾽ ἐβεβήκει,

ἵκετο δ᾽ ἐς Φυλῆα φίλον μακάρεσσι θεοῖσιν·

5

ὣς δὲ Κλυταιμήστρη <προ>λιποῦσ᾽ Ἀγαμέμνονα δῖον

Αἰγίσθωι παρέλεκτο καὶ εἵλετο χείρον᾽ ἀκοίτην·

ὣς δ᾽ Ἑλένη ἤισχυνε λέχος ξανθοῦ Μενελάου

 

Ἠλέκτρας δὲ τῆς Ἄτλαντος καὶ Διὸς Ἠετίων καὶ Δάρδανος ἐγένοντο. Ἠετίων μὲν

οὖν ἐρασθεὶς Δήμητρος καὶ θέλων καταισχῦναι τὴν θεὸν κεραυνοῦται, Δάρδανος δὲ ἐπὶ

τῶι θανάτωι τοῦ ἀδελφοῦ λυπούμενος, Σαμοθράικην ἀπολιπὼν εἰς τὴν ἀντίπερα ἤπειρον ἦλθε. ταύτης δὲ ἐβασίλευε Τεῦκρος, ἀφ᾽ οὗ καὶ οἱ τὴν χώραν νεμόμενοι Τεῦκροι προσηγορεύοντο. ὑποδεχθεὶς δὲ ὑπὸ τοῦ βασιλέως, καὶ λαβὼν μέρος τῆς γῆς καὶ τὴν ἐκείνου θυγατέρα Βάτειαν, Δάρδανον ἔκτισε πόλιν· τελευτήσαντος δὲ Τεύκρου τὴν χώραν ἅπασαν Δαρδανίαν ἐκάλεσε. γενομένων δὲ αὐτῶι παίδων Ἴλου καὶ Ἐριχθονίου, Ἶλος μὲν ἄπαις ἀπέθανεν,

Ἐριχθόνιος δὲ διαδεξάμενος τὴν βασιλείαν, ἔγημεν Ἀστυόχην.

177

Pap. Oxy. 1359 fr. 2, ed. Grenfell-Hunt:

επ[

κ[

να[

    ____

καὶ μα[

5

Ἠλέκτρ[η

γείναθ᾽ [ὑποδμηθεῖσα κελαινεφέϊ Κρονίωνι

Δάρδαν[ον

Ἠετίων[ά τε

ὅς ποτε Δ[ήμητρος πολυφόρβης ἐς λέχος ἦλθε.

10

καὶ τὸν μ[ὲν κατέπεφνε πατὴρ ἀνδρῶν τε θεῶν τε

Ἠετίωνα[ ἄνακτα βαλὼν ἀργῆτι κεραυνῶι,

οὕνεκα δ[ὴ Δήμητρι μίγη φιλότητι καὶ εὐνῆι.

αὐτὰρ Δά[ρδανος

ἐκ τοῦ Ἐρ[ιχθόνιος

15

Ἶλός [τ᾽

νηϊ[

 

179

Schol. Hom. Η 76 (Pap, Oxy. 1087, 22 sqq.):

Τεύκρου δὲ Τρωος

 

180

Pap. Oxy. 2503, ed. Lobel:

ַַַַַ ַַַַַ ַ]ειοַ[     ]ַַַοַ[

ַַַַַ ַַַ]ַ[ ]λεων ὡς εἴ θ᾽ ἑὸν υἱ

ַַַַַ ַַַ πυ]ροφόρου Ἀσίης ἕδοσ[

ַַַַַ ַַ μηλ]οβότους Ἕρμον πάρα δ[ινήεντα

5

ַַַַַ ַַ Δά]ρδανος ἤγετ᾽ ἐὺς πάϊς [Ἠλεκτρυώνης

ַַַַַ ַַַ]ַַ Βροτέαο δαΐφρονος[

ַַַַַ ַַַ]οτ[ַ]ρων καλλιπλοκαμ[

χρυσὸν τι]μήεντα καὶ ἵππων ξαν[θὰ κάρηνα

ַַַַַ ַַַ]ν τε βοῶν ἀγέλας καὶ πώ[εα μήλων

10

ַַַַַ ַַַ]εἵνεκ᾽ ἄρ᾽ εἴδει ἐκαίνυτο [φῦλα γυναικῶν

ἥ οἱ γείνατ]ο παῖδας ὁμὸν λέχος εἰσ[αναβᾶσα

ַַַַַ ַַ] Πανδίον᾽ ἐν ὑψηλοῖσι δό[μοισι

κούρην τ᾽ α]ἰδοίην ἑλικώπιδα καλ[λιπάρηον

ַַַַַ ַַַ] εἶδος ἐρήρ[ι]στ᾽ ἀθανάτ[ηισι

15

τὴν μέν ῥ᾽ ἵπποι]σίν τε καὶ ἅρμασ[ι κολλητοῖσι

ַַַַַ ַַַַἐυμ]μελίης θαλερὴν[

]μητριον[

]ַαιν[

]κον[

20

λ[

 

Ἀπόγονοι τῆς Ἀλκυόνης

181

Schol. A Hom. Β 496 (I. 114. 11 Dindorf):

οἵην Ὑρίη Βοιωτίη ἔτρεφε κούρην

 

Ἀλκυόνηι δὲ ἐμίχθη Ποσειδῶν, ἣ θυγατέρα μὲν ἐτέκνωσεν Αἴθουσαν τὴν Ἀπόλλωνι

Ἐλευθῆρα τεκοῦσαν, υἱοὺς δὲ Ὑριέα καὶ Ὑπερήνορα.

185

Pap. Oxy. 2496 et 2497 fr. 1, ed. Lobel; Pap. Vogliano col. I, ed. Merk:

ἐδ]άμνατο Φοῖβος Ἀπόλλω[ν

]ανης ὑπο παρνεθιηισιν

]περὶ θνητῶν ἀνθρώπων·

]Ἀΐδης καὶ Φερσεφόνεια

5

]νον· περὶ γὰρ χάριτι στεφάνωσαν

]τοῦ δ᾽ Ἰασίων γένεθ᾽ υἱός

θεο]ῖσιν φίλ[ο]ς ἀθανάτοισιν

]ς Ἀστρηΐδος ἠυκόμοιο·

]ַας ἀργυρότοξος Ἀπόλλων

10

]ἠχήεντος Ὀλύμπου·

]Πειρεσίοιο

]ν ῥεῖ καλλίρροον ὕδωρ

ἀ]μωμήτηισιν ἑταίρηις

]αι θεοὶ αὐτοὶ ἔραντο·

15

κορυθά]ϊκος πολεμιστέω

]δώματα ἠχήεντα·

πο]λυχρύσου [Ἀ]φ[ροδί]της·

]ειηλ[     τ]έκεν [ν με]γάροισιν

]εκω[    ]νεγεν[

20

Χαρίτω]ν ἀμαρύ[γματ᾽ ἐχους-

]ַον[

]ενω[

εἰκ]υῖα θεῆισι

]εος βασιληַ[

25

]ος ὑδρευου[σ-

 

Οἰνόμαος ἔγημε Ἀστερόπην τῆς Ἄτλαντος, ἐξ ἧς Ἱπποδάμεια ἐγένετο, ἣν ἔγημε Πέλοψ. ἐξ ἧς αὐτῶι ἐγένοντο παῖδες Ἀτρεύς, Θυέστης, Πλεισθένης, Νικίππη, Λυσιδίκη, Ἀστυδάμεια. Σθενέλου δὲ καὶ Νικίππης τῆς Πέλοπος Ἀστυμέδουσα, ἣν ἔγημε Οἰδίπους, ὕστερον δὲ καὶ Εὐρυσθεὺς ἐγένετο.

190

Pap. Oxy. 2502, ed. Lobel:

]ατονηδεַ[ַ]ַ[ַ]ַτος

ἐ]μφύλιον αἷμ᾽ ἐκόρυσσον.

τοὺς δὲ μέτ᾽ ἐν μεγάροι]ς κούρας τέκε δῖα γυναικῶν

Λυσιδίκην καὶ Νικίπ]πην καὶ Ἀστυδάμειαν·

5

τὰς παῖδες Περσῆος ἐε]δ[ν]σαντο γυναῖκας·

Ἀστυδάμειαν μὲν θαλερὴν ]πο[ι]σατ᾽ ἄκοιτιν

Ἀλκαῖος            θεόφιν] μήστωρ ἀτάλαντος

]ηισιν[ַַַ]ַ[ַ]ַַιַַ

Νικίππην δ᾽ ἄρ᾽ ἔγημε βίη Σθε]νέλοι[ο ἄν]ακτο[ς

10

]ַ[ַַ]ַַ[ַ]ַַַַ

βίηַ Ἡρακλ]ηείη[ַ]

ἐπ]έτελλεν ἀέθλο[υς

καὶ ἅρμασι] κολλη[τοῖ]σι

]οιοַ[ַַ]ַ[ַ]ַ[

15

]ַ[

 

Ἠλεκτρύων δὲ γήμας τὴν Ἄτλαντος θυγατέρα Λυσιδίκην, ἐγέννησε θυγατέρα μὲν Ἀλκμήνην, παῖδας δὲ Γοργοφόνον Νομίον Κελαινέα Ἀμφίμαχον Δηΐμαχὸν Εὐρύβιον Ἐπίλαον.

193

P. S. I. 131, ed. Norsa:

ַַַַַ ַַַַַ ַַַ] Ἀλκμάονα π[οιμέ]να λα[ῶν

ַַַַַ ַַַַַ ַ]ַυας Καδμηΐδες ἑλκεσίπε[πλοι

ַַַַַ ַַַ ἐτέ]θηπε δέμας εἰσάντα ἰδο[σα

ַַַַַ ַַַַַ ַ]αַας πολυκηδέος Οἰδιπό[δαο

5

ַַַַַ ַַַַַ]αַενου κτήνου πολ[ַ]ַַριν[

ַַַַַ ַַַַ ἥρωε]ς Δαναοὶ θεράποντες Ἄρη[ος

ַַַַַ ַַַַַ ַַַ]ι Πολυνείκεϊ ημοσ[

ַַַַַ ַַַַַ ַַַ] Ζηνὸς πάρα θέσφατα [

ַַַַַ ַַַַַ ַַַ] ἀπ᾽ Ἀλφειοῦ βαθυδίν[εω

10

Ἠλεκτρύων ἵππ]οισι καὶ ἅρμασι κολλητ[οῖσιν

ἤγαγε Λυσιδίκην] Πέλοπος περικαλλέα [κούρην.

ἥ οἱ γείνατο παῖδ]ας ὁμὸν λέχος εἰσαναβ[ᾶσα,

Γοργοφόνον θ᾽] ρωα καὶ αἰχμητὴν Περ[ι-

ַַַַַ ַַַַ] Νομίον τε Κελαινέα τ᾽ Ἀμ[φίμαχόν τε

15

Δηΐμαχόν] τε καὶ Εὐρύβιον κλειτόν τ᾽ Ἐ[πίλαον.

καὶ τοὺς μὲν] Τάφι[ο]ι ναυσικλυτοὶ ἐξενά[ριξαν

βουσὶν ἔπ᾽ εἰλι]πόδεσσιν, Ἐχινάων ἀ[πὸ νήσων

πλεύσαντες ν]ήεσσιν ἐπ᾽ ε[ὐ]ρέα νῶτα θαλ[άσσης·

Ἀλκμήνη δ᾽ ἄρα] μούνηλ[είπ]ετο χάρμα γο[νεῦσι,

20

Λυσιδίκης κο]ύρ[η] κα [Ἠλ]εκτρύωνος ἀγαυοῦ

ַַַַַ ַַַַַ ַַַַ]ιλη[ַַ]αν[ַ]εδιο[

ַַַַַ ַַַַַ ַַַַ]κ[ελαι]νεφέϊ Κρο[νίωνι

ַַַַַ ַַַַַ ַַַַַ ַַַַַ]ַ(ַ)[ַ]κ[

 

Μυκηναίων Ἀγαμέμνων καὶ Λακεδαιμονίων Μενέλαος Ἀτρέως καὶ

Ἠερόπειας παῖδες. – Ἀλκμήνη Ἠλεκτύονος δύο ἐγέννησε παῖδας, Διὶ μὲν Ἡρακλέα,

μιᾶι νυκτὶ πρεσβύτερον, Ἀμφιτρύωνι δὲ Ἰφικλέα.

195

Pap. Oxy. 2355 et 2494A, ed. Lobel; Scuti libri:

ַַַַַ ַַַַַ]θεν ἀνηγַ[            ]ο[

ַַַַַ ַַַַַ ַַַ] καὶ νη[ΐδος] ἠυκόμ[οιο

ַַַַַ ַַַַַ ַַַ]ַ καλ[λίσφυ]ρον Ἠερόπ[ειαν

ַַַַַ ַַַַַ ַ πρὸ]ς δῶμα [φίλη]ν κεκλῆ[σθαι ἄκοιτιν·

5

ἣ τέκε ַַַַ]βιον καὶ ἀρηΐφι[λον] Μενέ[λαον

ἠδ᾽ Ἀγαμέμ]νονα δῖον, ὃς [Ἄργεος ε]ὐρυχ[ροιο

ַַַַַ ַַַ]ַϊ πατρὶ ἄναξ κ[αὶ κοίρ]ανος ἦεν.

Sc. 1

οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν

ἤλυθεν ἐς Θήβας μετ᾽ ἀρήιον Ἀμφιτρύωνα

Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·

ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων

Sc. 5

εἴδεΐ τε μεγέθει τε, νόον γε μὲν οὔ τις ἔριζε

τάων ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.

τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τ᾽ ἄπο κυανεάων

τοῖον ἄηθ᾽ οἷόν τε πολυχρύσου Ἀφροδίτης.

ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,

Sc. 10

ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων.

ἦ μέν οἱ πατέρ᾽ ἐσθλὸν ἀπέκτανεν ἶφι δαμάσσας,

χωσάμενος περὶ βουσί· λιπὼν δ᾽ ὅ γε πατρίδα γαῖαν

ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.

ἔνθ᾽ ὅ γε δώματ᾽ ἔναιε σὺν αἰδοίηι παρακοίτι,

Sc. 15

νόσφιν ἄτερ φιλότητος ἐφιμέρου· οὐδέ οἱ ἦεν

πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,

πρίν γε φόνον τείσαιτο κασιγνήτων μεγαθύμων

ἧς ἀλόχου, μαλερῶι δὲ καταφλέξαι πυρὶ κώμας

ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.

Sc. 20

τὼς γάρ οἱ διέκειτο, θεοὶ δ᾽ ἐπιμάρτυροι ἦσαν·

τῶν ὅ γ᾽ ὀπίζετο μῆνιν, ἐπείγετο δ᾽ ὅττι τάχιστα

ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν·

τῶι δ᾽ ἅμα, ἱέμενοι πολέμοιό τε φυλόπιδός τε,

Βοιωτοὶ πλήξιπποι ὑπὲρ σακέων πνείοντες

Sc. 25

Λοκροί τ᾽ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι

ἔσποντ᾽· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο,

κυδιόων λαοῖσι. πατὴρ δ᾽ ἀνδρῶν τε θεῶν τε

ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν

ἀνδράσι τ᾽ ἀλφηστῆισιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.

Sc. 30

ὦρτο δ᾽ ἀπ᾽ Οὐλύμποιο, δόλον φρεσὶ βυσσοδομεύων,

ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,

ἐννύχιος· τάχα δ᾽ ἷξε Τυφαόνιον· τόθεν αὖτις

Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.

ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·

Sc. 35

αὐτῆι μὲν γὰρ νυκτὶ τανισφύρου Ἠλεκτρυώνης

εὐνῆι καὶ φιλότητι μίγη, τέλεσεν δ᾽ ἄρ᾽ ἐέλδωρ·

αὐτῆι δ᾽ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,

ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε·

οὐδ᾽ ὅ γε πρὶν δμῶας καὶ ποιμένας ἀγροιώτας

Sc. 40

ὦρτ᾽ ἰέναι, πρίν γ᾽ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς,

τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.

ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγηι κακότητα

νούσου ὕπ᾽ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,

ὥς ῥα τότ᾽ Ἀμφιτρύων, χαλεπὸν πόνον ἐκτολυπεύσας,

Sc. 45

ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν,

παννύχιος δ᾽ ἄρ᾽ ἔλεκτο σὺν αἰδοίηι παρακοίτι

τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.

ἣ δὲ θεῶι δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστωι

Θήβηι ἐν ἑπταπύλωι διδυμάονε γείνατο παῖδε,

Sc. 50

οὐκέθ᾽ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην·

τὸν μὲν χειρότερον, τὸν δ᾽ αὖ μέγ᾽ ἀμείνονα φῶτα,

δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην·

τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέϊ Κρονίωνι,

αὐτὰρ Ἰφικλῆα δορυσσόωι Ἀμφιτρύωνι,

Sc. 55

κεκριμένην γενεήν· τὸν μὲν βροτῶι ἀνδρὶ μιγεῖσα,

τὸν δὲ Διὶ Κρονίωνι θεῶν σημάντορι πάντων.

 

Ἡρακλῆς

229

Pap. Oxy. 24r93, ed. Lobel:

]λείην καλλιχ[

]ης· θαλερὴν δ[

] δ᾽ ἀναίνετο τ[

]τὸν δ᾽ ἔκταν[

5

]ασσε δ᾽ ἀναγκα[ί-

Ὄλυμπ]ον ἀγάννιφον ε[

ναίει ἀπήμαντος] καὶ ἀκηδὴς ἤ[ματα πάντα

ἀθάνατος καὶ ἄγη]ρος ἔχων μεγαλ[           Ἥβην

παῖδα Διὸς μεγάλο]ιο καὶ Ἥρης χρυ[σοπεδίλου·

10

τὸν πρὶν μέν ῥ᾽ ἤχθη]ρε θ[εὰ λ]ευκώλ[ενος Ἥρη

ἔκ τε θεῶν μακάρω]ν ἔκ τε [θνητῶν ἀνθρώπων,

νῦν δ᾽ ἤδη πεφίλ]ηκε, τίει δέ μιν [ἔξοχον ἄλλων

ἀθανάτων μετά γ᾽] αὐτὸν ἐρισθενέ[α Κρονίωνα

]δι φίλην πόρε π[

15

Ὄλυμπο]ν ἀγάννιφον· ַ[

]σιַφυὴν καὶ εἶδ[ος

Ἡρ]ακλῆϊ πτολι[πόρθωι

]ρροον ἀργυρ[οδίνην

ַ´ַ]υ ῥέει εἰς ἅ[λα δῖαν

20

]ַ ´γ[ַ]ַν[