BIBLIOTHECA AUGUSTANA

 

Hesiodos

ca. 710 a. Chr. n.

 

Γυναικῶν κατάλογος

 

Ἀπόγονοι τοῦ Πελασγοῦ,

Ἀρκάδες

 

___________________________________________________

 

 

 

Πελασγός.

Πελασγὸς Διὸς καὶ Νιόβης παῖς, τούτου καὶ τῆς Ὠκεανοῦ θυγατρὸς

Μελιβοίας παῖς Λυκάων ἐγένετο, ὃς βασιλεύων Ἀρκάδων. ἐκ πολλῶν γυναικῶν

πεντήκοντα παῖδας καὶ θυγατέρα Καλλιστὼ μίαν τῶν νυμφῶν ἐγέννησε.

160

Ps. Apollod. Bibl. III [96] 8.1 (p. 134.3 Wagner):

Νιόβης δὲ καὶ Διός ... παῖς Ἄργος ἐγένετο, ὡς δὲ Ἀκουσίλαός φησι, καὶ Πελασγός, ἀφ᾽ οὗ κληθῆναι τοὺς τὴν Πελοπόννησον οἰκοῦντας Πελασγούς. Ἡσίοδος δὲ τὸν Πελασγὸν αὐτόχθονά φησιν εἶναι.

 

161

Ephorus (70 F 113) apud Strabonem v. 2. 4 p. 221, de Pelasgis:

υἱεῖς ἐξεγένοντο Λυκάονος ἀντιθέοιο

ὅν ποτε τίκτε Πελασγός

 

Καλλιστὼ σύνθηρος Ἀρτέμιδος οὖσα, τὴν αὐτὴν ἐκείνηι στολὴν φοροῦσα, ὤμοσεν

αὐτῆι μεῖναι παρθένος. Ζεὺς δὲ ἐρασθεὶς ἀκούσηι συνευνάζεται, εἰκασθείς Ἀρτέμιδι. βουλόμενος δὲ Ἥραν λαθεῖν εἰς ἄρκτον μετεμόρφωσεν αὐτήν. Ἥρα δὲ ἔπεισεν Ἄρτεμιν ὡς ἄγριον θηρίον κατατοξεῦσαι. ἀπολομένης δὲ Καλλιστοῦς Ζεὺς τὸ βρέφος ἁρπάσας ἐν Ἀρκαδίαι δίδωσιν ἀνατρέφειν Μαίαι, προσαγορεύσας Ἀρκάδα· τὴν δὲ Καλλιστὼ καταστερίσας ἐκάλεσεν ἄρκτον. Ἀρκάδος δὲ καὶ Λεανείρας τῆς Ἀμύκλου ἐγένοντο παῖδες Ἔλατος καὶ Ἀφείδας, ὧι δὲ Ἀλεὸν καὶ Σθενέβοιαν ἦσαν τεκνοῖ. Ἀλεοῦ δὲ καὶ Νεαίρας τῆς Περέως θυγάτηρ μὲν Αὔγη, υἱοὶ δὲ Κηφεὺς καὶ Λυκοῦργος. Αὔγη μὲν οὖν ὑφ᾽ Ἡρακλέους φθαρεῖσα κατέκρυψε τὸ βρέφος ἐν τῶι τεμένει τῆς Ἀθηνᾶς, ἧς εἶχε τὴν ἱερωσύνην. ἀκάρπου δὲ τῆς γῆς μενούσης, καὶ μηνυόντων τῶν χρησμῶν εἶναί τι ἐν τῶι τεμένει τῆς Ἀθηνᾶς δυσσέβημα, φωραθεῖσα ὑπὸ τοῦ πατρὸς παρεδόθη Ναυπλίωι ἐπὶ θανάτωι παρ᾽ οὗ Τεύθρας ὁ Μυσῶν δυνάστης παραλαβὼν αὐτὴν ἔγημε. τὸ δὲ βρέφος ἐκτεθὲν ἐν ὄρει Παρθενίωι θηλὴν ὑποσχούσης ἐλάφου Τήλεφος ἐκλήθη, καὶ τραφεὶς ὑπὸ τῶν Κορύθου βουκόλων καὶ ζητήσας τοὺς γονέας ἧκεν εἰς Δελφούς, καὶ μαθὼν παρὰ τοῦ θεοῦ, παραγενόμενος εἰς Μυσίαν θετὸς παῖς Τεύθραντος γίνεται· καὶ τελευτῶντος αὐτοῦ διάδοχος τῆς δυναστείας γίνεται. ὕστερον οἱ Ἕλληνες ἀγνοοῦντες δὲ τὸν ἐπὶ Τροίαν πλοῦν Μυσίαι προσίσχουσι καὶ ταύτην ἐπόρθουν, Τροίαν νομίζοντες εἶναι. Τήλεφος ἰδὼν τὴν χώραν λεηλατουμένην, τοὺς Μυσοὺς καθοπλίσας ἐπὶ τὰς ναῦς συνεδίωκε τοὺς Ἕλληνας καὶ πολλοὺς ἀπέκτεινεν.

165

Pap. Oxy. 1359 fr. 1, ed. Grenfell-Hunt:

ַ]ַַ[ַַַַַַַַ]ν[

ַ]ַ[ַ]δι[ַַַַַַַַ]εַ[

ַַַַַ ַַ]μάλα δεὔαδεν ἀθα[νάτοισιν»]ַ[

ἦ ῥ᾽· ὃ δὲ] ῥί[γησ]έν τε καὶ ἴδιε μῦ[θον] ἀκούσ[ας

5

ἀθανά]των οἵ οἱ τότ᾽ ἐναργέες ἄντ᾽ ἐφάνησαν·

κούρη]ν δ᾽ [ἐ]ν μεγάροισιν ἐῢ τρέφεν ἠδ᾽ ἀτ[ίταλλε

δεξάμ]εν[ο]ς, ἶσον δὲ θυγατράσιν ἧισιν ἐτίμ[α.

ἣ τέκε] Τήλεφον Ἀρκασίδην Μυσῶν βασιλ[α,

μιχθεῖσ᾽ ἐν φιλότητι βίηι Ἡρακληείηι

10

εὖτε μεθ᾽ ἵ]ππους στεῖχεν ἀγαυοῦ Λαομέδοντο[ς,

οἳ ַַַַַַַ]ַ ἄριστοι ἐν Ἀσ[ί]δι ἔτραφεν αἴηι·

ַַַַַ ַ Δαρδαν]ιδῶν μεγαθύμων φῦλον ἐναιρ[

ַַַַַ ַַַַַ ַ]κείνης δέ τε γῆς ἐξήλασε πάσης.

αὐτὰρ Τήλεφος] ἔτραπ᾽ Ἀχαιῶν χαλκοχιτών[ων

15

ַַַַַ ַַַַַ ַַַַ]ε μελαινάων ἐπὶ ν[ηῶν

ַַַַַ ַַַַַ ַַַַ] πέλασεν χθονὶ βω[τιανείρηι

ַַַַַ ַַַַַ ַַַַ] βίη τ᾽ ἀνδροκτασίη τ

ַַַַַ ַַַַַ ַַַַַ ַ]η κατόπισθεν [ַ]ַַ[

]ַως δ᾽ ἵκοντο θ[

20

] πεφοβημένο[

]ַετο κλυτὸς αρ[

]ε διὰ κλε[ַַ]ַ[

]ַ[

]κλυτ[

25

]να[

 

Αἴπυτος Εἰλατίδης παῖς

166

Apollonius Sophista p. 13. 12 Bekker (α 129 Steinicke, Gottingae 1957):

Αἴπυτος αὖ τέκετο Τλησήνορα Πειρίθοόν τε

 

Μελίβοια

167

Herodianus π. μον. λέξ. 11 (II. 918. 7 Lentz):

Φέλλον ἐυμμελίην τέκ<ετο κλε>ιτὴ Μελίβοια