BIBLIOTHECA AUGUSTANA

 

Theognis

ca. 585 - post 540 a. Chr. n.

 

Εἰδύλλια

 

___________________________________________________

 

 

 

39 - 52

 

Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκηι ἄνδρα

40

εὐθυντῆρα κακῆς ὕβριος ἡμετέρης.

ἀστοὶ μὲν γὰρ ἔθ᾽ οἵδε σαόφρονες, ἡγεμόνες δὲ

τετράφαται πολλὴν ἐς κακότητα πεσεῖν.

οὐδεμίαν πω, Κύρν᾽, ἀγαθοὶ πόλιν ὤλεσαν ἄνδρες·

ἀλλ᾽ ὅταν ὑβρίζειν τοῖσι κακοῖσιν ἅδηι

45

δῆμόν τε φθείρωσι δίκας τ᾽ ἀδίκοισι διδῶσιν

οἰκείων κερδέων εἵνεκα καὶ κράτεος,

ἔλπεο μὴ δηρὸν κείνην πόλιν ἀτρεμιεῖσθαι

μηδ᾽ εἰ νῦν κεῖται πολλῆι ἐν ἡσυχίηι,

εὖτ᾽ ἂν τοῖσι κακοῖσι φίλ᾽ ἀνδράσι ταῦτα γένηται

50

κέρδεα δημοσίωι σὺν κακῶι ἐρχόμενα.

ἐκ τῶν γὰρ στάσιές τε καὶ ἔμφυλοι φόνοι ἀνδρῶν

μούναρχοί τε· πόλει μήποτε τῆιδε ἅδοι.

 

 

53 - 68

 

Κύρνε, πόλις μὲν ἔθ᾽ ἥδε πόλις, λαοὶ δὲ δὴ ἄλλοι,

οἳ πρόσθ᾽ οὔτε δίκας ἤιδεσαν οὔτε νόμους,

55

ἀλλ᾽ ἀμφὶ πλευραῖσι δορὰς αἰγῶν κατέτριβον,

ἔξω δ᾽ ὥστ᾽ ἔλαφοι τῆσδ᾽ ἐνεμοντο πόλεος.

καὶ νῦν εἰσ᾽ ἀγαθοί Πολυπαΐδη· οἱ δὲ πρὶν ἐσθλοὶ

νῦν δειλοί. τίς κεν ταῦτ᾽ ἀνεχοιτ᾽ ἐσορῶν;

ἀλλήλους δ᾽ ἀπατῶσιν ἐπ᾽ ἀλλήλοισι γελῶντες,

60

οὔτε κακῶν γνώμας εἰδότες οὔτ᾽ ἀγαθῶν.

μηδένα τῶνδε φίλον ποιεῦ Πολυπαΐδη ἀστῶν

ἐκ θυμοῦ χρείης οὕνεκα μηδεμιῆς·

ἀλλὰ δόκει μὲν πᾶσιν ἀπὸ γλώσσης φίλος εἶναι,

χρῆμα δὲ συμμείξηις μηδενὶ μηδ᾽ ὁτιοῦν

65

σπουδαῖον· γνώσηι γὰρ ὀιζυρῶν φρένας ἀνδρῶν,

ὥς σφιν ἐπ᾽ ἔργοισιν πίστις ἔπ᾽ οὐδεμία,

ἀλλὰ δόλους τ᾽ ἀπάτας τε πολυπλοκίας τ᾽ ἐφίλησαν

οὕτως ὡς ἄνδρες μηκέτι σωιζόμενοι.

 

 

233 - 234

 

κρόπολις καὶ πύργος ἐὼν κενεόφρονι δήμωι,

Κύρν᾽, ὀλίγης τιμῆς ἔμμορεν ἐσθλὸς ἀνήρ.

 

 

1103 - 1104

 

βρις καὶ Μάγνητας ἀπώλεσε καὶ Κολοφῶνα

καὶ Σμύρνην· πάντως, Κύρνε, καὶ ὔμμ᾽ ἀπολεῖ.