Theognis
ca. 585 - post 540 a. Chr. n.
Εἰδύλλια
|
|
___________________________________________________
|
|
133 - 142
Οὐδείς, Κύρν᾽, ἄτης καὶ κέρδεος αἴτιος αὐτός,ἀλλὰ θεοὶ τούτων δώτορες ἀμφοτέρων· | |
135 | οὐδέ τις ἀνθρώπων ἐργάζεται ἐν φρεσὶν εἰδὼςἐς τέλος εἴτ᾽ ἀγαθὸν γίνεται εἴτε κακόν.πολλάκι γὰρ δοκέων θήσειν κακὸν ἐσθλὸν ἔθηκενκαί τε δοκῶν θήσειν ἐσθλὸν ἔθηκε κακόν.οὐδέ τωι ἀνθρώπων παραγίνεται ὅσσ᾽ ἐθέληισιν· |
140 | ἴσχει γὰρ χαλεπῆς πείρατ᾽ ἀμηχανίης.ἄνθρωποι δὲ μάταια νομίζομεν, εἰδοτες οὐδέν·θεοὶ δὲ κατὰ σφέτερον πάντα τελοῦσι νόον.
159-160
Μήποτε, Κύρν᾽, ἀγορᾶσθαι ἔπος μέγα· οἶδε γὰρ οὐδεὶςἀνθρώπων ὅτι νὺξ χἠμέρη ἀνδρὶ τελεῖ.
355 - 360
Τόλμα, Κύρνε, κακοῖσιν, ἐπεὶ κἀσθλοῖσιν ἔχαιρες,εὖτέ σε καὶ τούτων μοῖρ᾽ ἐπέβαλλεν ἔχειν·ὡς δέ περ ἐξ ἀγαθῶν ἔλαβες κακόν, ὣς δὲ καὶ αὖθιςἐκδῦναι πειρῶ θεοῖσιν ἐπευχόμενος. |