Theognis
ca. 585 - post 540 a. Chr. n.
Εἰδύλλια
|
|
___________________________________________________
|
|
173 - 182
Ἄνδρ᾽ ἀγαθὸν πενίη πάντων δάμνησι μάλιστα,καὶ γήρως πολιοῦ, Κύρνε, καὶ ἠπιάλου· | |
175 | ἣν δὴ χρὴ φεύγοντα καὶ ἐς μεγακήτεα πόντονῥιπτεῖν καὶ πετρέων, Κύρνε, κατ᾽ ἠλιβάτων.καὶ γὰρ ἀνὴρ πενίηι δεδμημένος οὔτε τι εἰπεῖνοὔθ᾽ ἕρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται.χρὴ γὰρ ὁμῶς ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης |
180 | δίζησθαι χαλεπῆς, Κύρνε, λύσιν πενίης.τεθνάμεναι, φίλε Κύρνε, πενιχρῶι βέλτερον ἀνδρὶἢ ζώειν χαλεπῆι τειρόμενον πενίηι. |