BIBLIOTHECA AUGUSTANA

 

Theognis

ca. 585 - post 540 a. Chr. n.

 

Εἰδύλλια

 

___________________________________________________

 

 

 

19 - 38

 

«Κύρνε» σοφιζομένωι μὲν ἐμοὶ σφρηγὶς ἐπικείσθω

20

τοῖσδ᾽ ἔπεσιν – λήσει δ᾽ οὔποτε κλεπτόμενα,

οὐδέ τις ἀλλάξει κάκιον τοὐσθλοῦ παρεόντος,

ὧδε δὲ πᾶς τις ἐρεῖ· «Θεύγνιδός ἐστιν ἔπη

τοῦ Μεγαρέως»· πάντας δὲ κατ᾽ ἀνθρώπους ὀνομαστός

ἀστοῖσιν δ᾽ οὔπω πᾶσιν ἁδεῖν δύναμαι.

25

οὐδὲν θαυμαστόν, Πολυπαΐδη· οὐδὲ γὰρ ὁ Ζεὺς

οὔθ᾽ ὕων πάντεσσ᾽ ἁνδάνει οὔτ᾽ ἀνέχων.

σοὶ δ᾽ ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷάπερ αὐτός

Κύρν᾽, ἀπὸ τῶν ἀγαθῶν παῖς ἔτ᾽ ἐὼν ἔμαθον.

πέπνυσο, μηδ᾽ αἰσχροῖσιν ἐπ᾽ ἔργμασι μηδ᾽ ἀδίκοισιν

30

τιμὰς μηδ᾽ ἀρετὰς ἕλκεο μηδ᾽ ἄφενος.

ταῦτα μὲν οὕτως ἴσθι· κακοῖσι δὲ μὴ προσομίλει

ἀνδράσιν, ἀλλ᾽ αἰεὶ τῶν ἀγαθῶν ἔχεο·

καὶ παρὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν

ἵζε καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις.

35

ἐσθλῶν μὲν γὰρ ἄπ᾽ ἐσθλὰ μαθήσεαι· ἢν δὲ κακοῖσι

συμμίσγηις, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.

ταῦτα μαθὼν ἀγαθοῖσιν ὁμίλει, καί ποτε φήσεις

εὖ συμβουλεύειν τοῖσι φίλοισιν ἐμέ.