Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
417.Χελιδὼν καὶ Ὄρνιθες.(S. 39.)
Ἄρτι τοῦ ἰξίου φυομένου ἡ χελιδὼν αἰσθομένη τὸν ἐνιστάμενον τοῖς πτηνοῖς κίνδυνον, συναθροίσασα πάντα τὰ ὄρνεα, συνεβούλευεν αὐτοῖς μάλιστα μὲν ταῖς ἰξοφόροις δρυσὶν (τὸν ἰξὸν) ἐκκόψαι, εἰ δ᾿ ἄρα τοῦτο αὐτοῖς ἀδύνατον, ἐπὶ τοὺς ἀνθρώπους καταφυγεῖν, καὶ τούτους ἱκετεῦσαι, ὅπως μὴ χρησάμενοι τῆι τοῦ ἰξοῦ ἐνεργείαι συλλαμβάνωσιν αὐτά. Τῶν δὲ ἐγκαλεσάντων αὐτῆι ὡς ματαιολογούσηι, αὕτη παραγενομένη ἱκέτις τῶν ἀνθρώπων ἐγένετο· οἱ δ᾿ ἀποδεξάμενοι αὐτὴν ἐπὶ ηῆι συνέσει, καὶ σύνοικον αὑτοῖς προσλαβόμενοι, οὕτω συνέβη, τὰ λοιπὰ ὄρνεα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγον καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποειεῖσθαι.Ὁ λόγος δηλοῖ, ὅτι οἱ δὰ μέλλοντα προορώμενοι εἰκότως τοὺς κινδύνους διακρούονται. |