BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

416b.

Ἄλλως. Χελιδόνες καὶ Κύκνοι.

(C. 336. F. 408.)

 

πέσκοπτον οἱ χελιδόνες τῶν κύκνων τὸ μὴ ἐθέλειν ὁμιλεῖν τοῖς ἀνθρώποις, μηδὲ δημοσιεύειν τὴν μουσικὴν, ἀλλ᾿ ἀμφὶ τοὺς λειμῶνας διάγειν καὶ τοὺς ποταμοὺς, καὶ τὴν ἐρημίαν ἀσπάζεσθαι, καὶ βραχέα μὴν ἄιδειν, ἅ δὲ καὶ ἄιδοιεν, ἄιδειν ἐν σφίσιν αὐτοῖς, ὥσπερ αἰσχυνομένους τὴν μουσικήν. «Ἡμῶν δὲ» ἔφασαν «εἰσὶν αἱ πόλεις καὶ αἱ ἄνθρωποι καὶ οἱ θάλαμοι, καὶ περιλαλοῦμεν τοῖς ἀνθρώποις, καὶ τὰ ἡμέτερα αὐτοῖς διηγούμεθα, ταῦτα δὴ [ταῦτα] τὰ ἀρχαῖα καὶ Ἀττικὰ, τὸν Πανδίονα, τὰς Ἀθήνας, τὸν Τηρέα, τὴν Θράικην, τὴν ἀποδημίαν, τὸ κῆδος, τὴν ὑβριν, τὴν [201] ἐκτομὴν τῆς γλώττης, τὰ γράμματα, καὶ ἐπὶ πᾶσι τὸν Ἴτυν, καὶ ὡς ἐγενόμεθα ἐξ ἀνθρώπων ὄρνιθες.» Οἱ δὲ μόλις μὲν αὐτὰς ἠξίωσαν· «ἀλλ᾿ ἡμῶν μὲν ἕνεκεν, ὦ αὗται, κἂν εἰς τὴν ἐρημίαν ἀφίκοιτό τις, ὥστε ἀκοῦσαι τῆς μουσικῆς, ὅταν ἀνῶμεν τῶι ζεφύρωι τὰς πτέρυγας ἐμπνεῖν ἡδύ τι καὶ ἐναρμόνιον· ὥστ᾿ εἰ μὴ πολλὰ καὶ ἐν πολλοῖς ἄιδομεν, ἀλλ᾿ αὐτὸ δὴ τοῦτο κάλλιστόν ἐστιν ἡμῶν, ὅτι μέτρωι φιλοσοφοῦμεν τὸ μέλος, καὶ οὐκ ἀναμίγνυμεν θορύβοις τὴν μουσικήν. Ὑμᾶς δὲ καὶ εἰσοικιζομένας οἱ ἄνθρωποι συσχεραίνουσι, καὶ ἀιδούσας ἀποστρέφονται, καὶ μάλα ἐν δίκηι, αἵγε οὐδὲ ἐκτμηθεῖσαι τὴν γλῶτταν δύνασθε σιωπᾶν, ἀλλ᾿ αὐταὶ τὴν ἀφωνίαν ὑμῶν ὀδυρόμεναι καὶ τὸ ἐφ᾿ ὑμῖν πάθος, ἔπειτά ἐστε λαλίστεραι τίνος οὐχὶ τῶν εὐγλώττων καὶ μουσικῶν;»