BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

[202]

417b.

Ἄλλως.

(C. 285. F. 327.)

 

Χελιδὼν, ἐκκλησίαν τῶν ὀρνέων συναθροίσασα, παρήινει φάσκουσα κράτιστον εἶναι, τὸ μὴ προσκόπτειν ἀνθρώποις, ἀλλὰ φιλίαν συνθεμένους οἰκείως διακεῖσθαι πρὸς αὐτούς. Τῶν δὲ ὀρνέων τις τὰ ἐναντία τῆι χελιδόνι ἔλεγεν· «ἀλλὰ τὸ σπέρμα τοῦ λίνου μᾶλλον κατεσθίοντες ἀναλίσκωμεν καὶ ἀφανὲς ποῶμεν, ἵνα μηκέτι ἔχωσι πλέκειν δίκτυα καθ᾿ ἡμῶν.» Ἡ μὲν οὖν χελιδὼν, ἀρίστην γνώμην ἔχουσα, ἀκινδύνως ἐγένετο, ἐν ταῖς πόλεσι διατρίβουσα, καὶ ἐν ταῖς οἰκίαις τίκτουσα παρ᾿ ἀνθρώποις, οὐδὲν ὑπ᾿ αὐτῶν πάσχει κακόν. Τὰ δὲ λοιπὰ ὄρνεα, ὡς μᾶλλον ὑπομείναντα κατεσθίειν τὸ σπέρμα, ὡς πάντων ὄντος κακῶν αἰτίου, συμβαίνει λιπαρὰ γίνεσθαι, καὶ μάλα δικαίως ὑπὸ ἀνθρώπων συλλαμβανόμενα δαπανᾶσθαι· οὕτως τε ταύτην τὴν κακογνωμοσύνην ὑπομείναντα, μετενόησε μὴ μετ᾿ ἀνθρώπων μένειν, ἀλλ᾿ ἐν ἀέρι πέτεσθαι.

Οὕτω καὶ τῶν ἀνθρώπων ὅσοι ἐν τοῖς βιωτικοῖς πράγμασι τῶι τῆς ἀγχινοίας βουλεύματι ἐχρήσαντο, ἀκίνδυνοι διεφυλάχθησαν.