Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
413.Χαλκεὺς καὶ Κυνάριον.(F. 82. C. 284 et p. 397.)
Ἦν τις χαλκεὺς κυνάριον ἔχων. Τούτου χαλκεύοντος, τὸ κυνάριον ἐκοιμᾶτο· καὶ αὖ πάλιν ἐσθίοντες, ἐγρηγόρει. Οὗτος ἐπέῤῥιψεν ὀστοῦν ταῦτα λαλῶν· «ὦ ταλαίπωρον κυνάριον ὑπνπῶδες, τί σοι ποιήσς ὄκνωι κατεχομένωι; ὅτε μὲν γὰρ τὸ ἀκμώνιόν μου προσκρούσω, ἐπανακλίνεις σεαυτὸν ἐπὶ κραββάτου· ὅτε δὲ πάλιν τοὺς ὀδόντας κινήσω, εὐθὺς ἐγείρηι καὶ τὴν κέρκον μοι σείεις.»Ὁ μῦθος οὗτος τοὺς ὑπνώδεις καὶ ἀγρώδεις καὶ εἰς ἀλλοτρίων πόνους ἀποβλέποντας ἐλέγχει. |