BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

412b.

Ἄλλως.

(F. 188. C. p. 311. S. 223.)

 

Φιλάργυρός τις τὴν οὐσίαν ἐξαργυρισάμενος, βῶλον χρυσοῦν ὠνήσατο, καὶ τοῦτον πρὸ τοῦ τείχους κατορύξας, διετέλει συνεχῶς ἐρχόμενος καὶ ἐπισκεπτόμενος. Τῶν δὲ περὶ τὸν τόπον ἐργατῶν παρατηρησάμενοσ αὐτοῦ τὰς ἀφίξεις, ὑπενόησε τὸ ἀληθές· ἀπαλλαγέντος οὖν αὐτοῦ τὸ χρυσίον ἀφείλετο. Ὁ δὲ ὡς ἐπανελθὼν εὗρε τὸν τόπον κενὸν, ἔκλαιε καὶ τὰς τρίχας ἔτιλλεν. Ἰδὼν δέ τις αῦτὸν ὑπερπαθοῦντα καὶ τὴν αἰτίαν μαθὼν, ἔφη πρὸς αὐτὸν· «μὴ λυποῦ, ἀλλὰ λαβὼν [199] λίθον ἐν τῶι τόπωι κατάθες, καὶ νόμιζε τὸ χρυσίον καῖσθαι· οὐδὲ γὰρ, ὅτε ἦν, ἐχρῶ αὐτῶι.»

Ὁ μῦθος δηλοῖ, ὅτι οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις παρῆι.