BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

412.

Φιλάργυρος.

(C. 59.)

 

Φιλάργυρός τις, ἅπασαν αὑτοῦ τὴν οὐσίαν ἐξαργυρισάμενος καὶ χρυσοῦν βῶλον ποιήσας, ἔν τινι τόπωι κατώρυξε, συγκατορύξας ἐκεῖ καὶ τὴν ψυψὴν ἑαυτοῦ καὶ τὸν νοῦν· καὶ καθ᾿ ἡμέραν ἐρχόμενος αὐτοῦ ἔβλεπε. Τῶν δὲ ἐργατῶν τις αὐτὸν παρατηράσας καὶ τὸ γεγονὸς συννοήσας, ἀνορύξας τὸν βῶλον ἀνείλετο. Μετὰ δὲ ταῦτα κἀκεῖνος ἐλθὼν καὶ κενὸν τὸν τόπον ἰδὼν, θρηνεῖν ἤρξατο καὶ τίλλειν τὰς τρίχας. Τοῦτον δέ τις ὀλοφυρόμενον οὕτως ἰδὼν καὶ τὴν αἰτὶαν πυθόμενος, «μὴ οὕτως» εἶπεν «ὦ οὗτος, ἀθύμει· οὐδὲ γὰρ, ἔχων τὸν χρυχὸν, εἶχες. Λίθον οὖν ἀντὶ χρυσοῦ λαβὼν θὲς, καὶ νόμιζέ σοι τὸν χρυσὸν εἶναι. Τὴν αὐτὴν γάρ σοι πληρώσει χρείαν· ὡς ὁρῶ γὰρ, οὐδ᾿, ὅτε ὁ χρυσὸς ἦν, ἐν χρήσει ἦσθα τοῦ κτήματος.»

Ὁ μῦθος δηλοῖ, ὅτι οὐδὲν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις προσῆι.