BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

414.

Χειμὼν καὶ Ἔαρ.

(F. 380. C. 422.)

 

Χειμὼν ἔσκοψε εἰς τὸ ἔαρ, καὶ αὐτὸ ὠνείδισεν, ὅτι εὐθὺς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδεὶς, ἀλλ᾿ ὁ μέν τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται, ὅτωι ἄρα φίλον δρέπεσθαι ἀνθέων καὶ κρίνων, ἢ καὶ ῥόδον τι, περιαγαγεῖν τε τοῖς ἑαυτοῦ ὄμμασιν, καὶ παραθέσθαι [ἢ] παρὰ τὴν κόμην· ὁ δὲ ἐπιβὰς νεὼς καὶ διαβαίνων πέλαγος, ἢν τύχηι, παρ᾿ ἄλλους ἤδη ἀνθρώπους ἔρχεται· καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμβρων ὑδατος ἔχουσι φροντίδα οὐκέτι. «Ἐγὼ δ᾿» ἔφη «ἄρχοντι καὶ αὐτοδεσπότηι ἔοικα, καὶ οὐδὲ εἰς οὐρανὸν, ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν, καὶ δεδιέναι καὶ τρέμειν, καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἴκοι ἠνάγκασα.» «Τοιγαροῦν» ἔφη τὸ ἔαρ «σοῦ μὲν καὶ ἀπαλλαγεῖεν ἂν ἄνθρωποι ἀσμένως· ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ τοὔνομα, καὶ νὴ μὰ Δία ὀνομά[200]των κάλλιστον, ὥστε καὶ ἀπόντως μέμνηνται καὶ φανέντος ἐπαγάλλονται.»