Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
372b.Ἄλλως. Ποιμὴν καὶ Σκύλαξ.(C. p. 179.)
Ποιμὴν σκύλακα εἰώθει τρέφειν ἐκ τῶν θνησκόντων προβάτων. Καὶ δή ποτε ἐγγὺς ἀμνάδος νοσούσης [183] ἱστάμενον εἶδε τὸν κύνα, καταφῆ καὶ δοκοῦντα δακρύειν· καὶ ὁμαλίζων αὐτὸν εἶπεν· «καλῶς ποιεῖς συμπαθῶν· πλὴν ἀλλὰ μὴ γένοιτο μηδὲ συμβαίη ὅπερ θέλεις.»Ὅτι τοιοῦτος πᾶς ἐστιν, ὃς κληρονόμος ἐστίν. |