Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
373.Ποιμὴν καὶ Λυκιδεῖς.(C. 273. F. 319. S. 205.)
Ποιμὴν εὑρὼν λυκιδεῖς, τούτους μετὰ πολλῆς ἐπιμελείας ἀνέτρεφεν, οἰόμενος, ὅτι τελειωθέντες οὐ μόνον τὰ ἑαυτοῦ πρόβατα τηρήσουσιν, ἀλλὰ καὶ ἕτερα ἁρπάζοντες αὐτῶι οἴσουσιν. Οἱ δὲ ὡς τάχιστα ηὐξήθησαν, ἀδείας τυχόντες πρώτην αὐτοῦ τὴν ποίμην διαφθείρειν ἤρξαντο. Ὁ δὲ ἀναστενάξας εἶπεν· «ἀλλ᾿ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τούτους νηπίους ὄντας ἔσωζον, οὓς ἔδει καὶ ηὐξημένους ἀναιρεῖν;»Οὕτως οἱ τοὺς πονηροὺς περισώζοντες λανθάνουσι καθ᾿ αὑτῶν πρῶτον αὐτοὺς ῥωννύντες. |