Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
372.Ποιμὴν καὶ Κύων.(C. 272. F. 318. S. 202.)
Ποιμήν, ἔχων κύνα παμμεγέθη, τούτωι εἰώθει τὰ ἔμβρυα καὶ τὰ ἀποθνήσκοντα τῶν προβάτων παραβάλλειν. Καὶ δή ποτε εἰσελθούσης τῆς ποίμνης, ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προβάτοις καὶ σαίνοντα αὐτὰ, εἶπεν· «ἀλλ᾿ ὦ οὗτος, ὃ θέλεις σὺ τούτοις, ἐπὶ τῆι σῆι κεφαλῆι γένοιτο.»Πρὸς ἄνδρα λόγοις μὲν φίλον φαινόμενον, πονηρὰ δὲ κατὰ νοῦν βουλευόμενον. |