BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

354.

Παρακαταθήκας εἰληφὼς καὶ Ὅρκος.

(F. 372. C. 416 .)

 

Παρακαταθήκας τις λαβὼν φίλου ἀποστερεῖν διενοεῖτο. Καὶ δὴ προσκαλουμένου αὐτὸν ἐκείνου ἐπὶ ὅρκον, εὐλαβούμενος εἰς ἀγρὸν ἐπορεύετο. Γενόμενος δὲ κατὰ τὰς πύλας, ὡς ἐθεάσατό τινα χωλὸν ἐξιόντα, ἐπυνθάνετο αὐτοῦ, τίς τε εἴη, καὶ ποῖ πορεύοιτο; Τοῦ δὲ εἰπόντος αὑτὸν Ὅρκον εἶναι, καὶ ἐπὶ τοὺς ἀσεβεῖς βαδίζειν, ἐκ δευτέρου ἠρώτα, διὰ πόσου χρόνου φοιτᾶν ταῖς πόλεσι εἴωθεν. Ὁ δὲ ἔφη· «διὰ τεσσαράκοντα ἐτῶν, ἐνίοτε δὲ καὶ διὰ τριάκοντα.» Καὶ ὃς οὐδὲν μελλήσας τῆι ὑστεραίαι ὤμοσε μὴ εἰληφέναι τὴν παρακαταθήκην. Περιπεσὼν δὲ τῶι Ὅρκωι, καὶ ἀπαγόμενος ὑπ᾿ αὐτοῦ ἐπὶ κρημνὸν, ἠιτιᾶτο αὐτὸν, ὡς, πορειπὼν αὐτῶι διὰ τριάκοντα ἐτῶν ἐπιπορεύεσθαι, οὐδὲ πρὸς μίαν ἡμέραν ἄδειαν δέδωκεν. Ὁ δὲ ὑπολαβὼν ἔφη· ἀλλ᾿ εὖ ἴσθι, ὡς ὅταν μέλληι τις ἀνιᾶσαί με καὶ αὐθημερὸν ἐπιφοιτᾶν εἴωθα.»

Ὁ λόγος δηλοῖ, ὅτι ἀδιόριστός ἐστιν ἡ κατὰ τῶν ἀσεβῶν ἐκ θεοῦ τιμωρία.