BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

353b.

Ἄλλως. Ποιμὴν παίζων.

(F. 166. C. p. 395.)

 

Ποιμὴν, ἐξελαύνων αὑτοῦ τἠν ποίμνην ἀπό τινος κώμης ποῤῥωτέρω, διετέλει τοιαύτηι παιδιᾶι χρώμενος. Ἐπιβοώμενος γὰρ τοὺς πολίτας ἐπὶ βοήθειαν, ἔλεγεν, ὡς λύκοι τοῖς προβάτοις ἐπήλθοσαν. Δὶς καὶ τρὶς τῶν ἐκ τῆς κώμης ἐκπλαγέντων καὶ ἐκπηδησάντων, εἶτα μετὰ γέλωτος ἀπαλλαγέντων, συνέβη τὸ τελευταῖον τῆι ἀληθείαι λύκους ἐπελθεῖν. Ἀποτεμνομένης δὲ αὐτοῦ τῆς ποίμνης, καὶ αὐτοῦ ἐπιβοῶντος ἐπὶ βοηθείαι, ἐκεῖνοι ὑπολαβόντες αὐτὸν παίζειν κατὰ τὸ ἔθος, ἧττον ἐφρόντιζον. Καὶ οὕτως συνέβη αὐτὸν ἀπολέσαι τὰ πρόβατα.

Ὁ λόγος δηλοῖ, ὅτι τοῦτο κερδαίνουσιν οἱ ψευδόμενοι, τὸ μηδὲ ὅταν ἀληθεύωσι πιστεύεσθαι.