BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

353.

Παῖς ψεύστης.

(C. 266.)

 

Παιδίον πρόβατα νέμον, ὡς λύκον ἐρχόμενον πρὸς διαφθορὰν ὁρῶν, ἐπικαλούμενον τοὺς ἀγρότας ἔλεγε· «βοηθεῖτε ὧδε· ἔρχεται λύκος.» Οἱ δὲ ἀγρόται τρέχοντες τοῦτον εὕρισκον μὴ ἀληθεύειν. Τοῦτο τὲ ποιήσαντος πολλάκις, εὕρισκον ψευδέμενον. Μετὰ δὲ ταῦτα τοῦ λύκου προσελθόντος, καὶ τοῦ παιδὸς βοῶντος «δεῦτε, λύκος,» οὐκέτι τις ἐπίστευε προσδραμεῖν αὐτῶι καὶ βοηθῆσαι. Ὁ δὲ λύκος εὑρηκὼς ἄδειαν τὴν ποίμνην πᾶσαν διέφθειρεν εὐκόλως.

Ὅτι τοσοῦτον ὄφελος τῶι ψεύστηι, ὅτι καὶ ἀληθῆ λέγων πολλάκις οὐ πιστεύεται.