BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

355.

Πένθους γέρας.

(C. 321. F. 393. ex Plut. Consol. ad Apoll. c. 19.)

 

Φασί τινα τῶν ἀρχαίων φιλοσόφων εἰσιόντα πρὸς Ἀρσινόην τὴν βασίλισσαν, πενθοῦσαν τὸν υἱὸν, τοιούτωι χρήσασθαι λόγωι, φάμενον ὅτι «Καθ᾿ ὃν χρόνον ὁ Ζεὺς ἔνεμε τοῖς δαίμοσι τὰς τιμὰς, οὐκ ἔτυχε παρὸν τὸ πένθος· ἤδη δὲ νενεμημένων, ἦλθεν ὕστερον. Τὸν οὖν Δία, ὡς ἠξίου καὶ αὑτῶι τιμὴν διδόναι, ἀποροῦντα διὰ τὸ ἤδη καταναλῶσθαι πάσας τοῖς ἄλλοις, ταύτην αὐτῶι δοῦναι τὴν ἐπὶ τοῖς τετελευτήσασι γιγνομένην, οἷον δάκρυα καὶ λύπας.» Ὥσπερ οὖν τοὺς ἄλλους δαίμονας, ὑφ᾿ ὧν τιμῶνται, τούτους ἀγαπᾶν, τὸν αὐτὸν τρόπον [176] καὶ τὸ πένθος. Ἐὰν μὲν αὐτὸ ἀτιμάσηις, ὦ γύναι, οὐ προσελεύσεταί σοι· ἐὰν δὲ τιμᾶται ὑπὸ σοῦ ἐπιμελῶς ταῖς δοθείσαις αὐτῶι τιμαῖς, λύπαις καὶ θρήνοις, ἀγαπήσει σε, καὶ ἀεί τί σοι παρέξεται τοιοῦτον, ἐφ᾿ ὦι τιμηθήσεται παρὰ σοῦ συνεχῶς.