Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
327.Ὄνος καὶ Βάτραχοι.(S. 185. C. 114. F. 142.)
Ὄνος ξύλα βαστάζων διέβαινέ τινα λίμνην· ὀλισθήσας δὲ ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετό τε καὶ ἔστενεν. Οἱ δὲ ἐν τῆι λίμνηι βάτραχοι, ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν, ἔφασαν· «ὦ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριβες, ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρηι;»Τούτωι τῶι λόγωι χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥάιθυμον ἐπ᾿ ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥαιδίως ὑφιστάμενος. |