Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
[161] |
326.Ὄνος καὶ Ἀλώπηξ καὶ Λέων.(S. 187. C. 116 et p. 323. F. 144.)
Ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον εἰς ἄγραν· λέοντος δ᾿ αὐτοῖς περιτυχόντος, ἡ ἀλώπηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον, προσἐλθοῦσα τῶι λέοντι ὑπέσχετο παραδώσειν αὐτῶι τὸν ὄνον, ἐὰν αὐτῆι τὸ ἀκίνδυνον ἐπαγγέλληται. Τοῦ δὲ ἀπολύσειν αὐτὴν φήσαντος, παραγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπεσεῖν παρεσκεύασε. Καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον, πρῶτον τῆν ἀλώπεκα συνέσχεν, εἶθ᾿ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη.Οὕτως οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ ἑαυτοὺς προσαπολλύντες. |