Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
328.Ὄνος καὶ Ἵππος.(C. 58 et p. 311. F. 151.)
Ὄνος ἵππον ἐμακάριζεν, ὡς ἀφθόνως τρεφόμενον καὶ ἐπιμελῶς, αὐτὸς μηδ᾿ ἀχύρων ἅλις ἔχων, καὶ ταῦτα πλεῖστα ταλαιπωρῶν. Ἐπεὶ δὲ καιρὸς ἐπέστη πολέμου, καὶ ὁ στρατιώτης ἔνοπλος ἀνέβη τὸν ἵππον, πανταχόσε τοῦτον ἐλαύνων, καὶ δὴ καὶ μέσου τῶν πολεμίων εἰσή[162]λασε, καὶ ὁ ἵππος πληγεὶς ἔκειτο· ταῦτα πάντα ἑωρακὼς ὁ ὄνος, τὸν ἵππον μεταβαλλόμενος ἐταλάνιζεν.Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τοὺς ἄρχοντας καὶ πλουσίους ζηλοῦν, ἀλλὰ τὸν κατ᾿ ἐκείνων φθόνον καὶ τὸν κίνδυνον ἀναλογιζομένους, τὴν πενίαν ἀγαπᾶν. |