BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

306.

Νυκτερὶς καὶ Βάτος καὶ Αἴθυια.

(S. 167.)

 

Νυκτερὶς καὶ βάτος καὶ αἴθυια πρὸς ἀλλήλους κοινωνίαν σπεισάμενοι ἐμπορεύεσθαι διέγνωσαν. Καὶ ἡ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰσ μέσον κατέθηκεν, ἡ δὲ βάτος ἐσθῆτα ἐνεβάλετο, ἡ δὲ αἴθυια τὸ πλοῖον. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν διεσώθησαν. Καὶ ἡ μὲν αἴθυια ἀπ᾿ ἐκείνου τὸ πλοῖον ζητοῦσα ἐπὶ (κατὰ?) τοῦ βυθοῦ δύνει, οἰομένη ποτὲ εὑρήσειν· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τὰς ἐσθῆτας ἐπιζητοῦσα τῶν παριόντων ἐπιλαμβάνεται (τῶν) ἱματίων, προσδοκῶσα τὰ ἴδια ἐπιγνώσεσθαι.

Ὁ λόγος δηλοῖ, ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν, περὶ ἃ πρότερον πταίσωμεν.