BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

[150]

305.

Νοσῶν καὶ Ἰατρός.

(C. 43 et p. 302. F. 126.)

 

Νοσῶν τις ὑπὸ τοῦ ἰατροῦ ἐρωτώμενος, ὅπως διετέθη, πλέον εἶπε τοῦ δέοντος ἱδρωκέναι· ὁ δὲ ἀγαθὸν ἔφη τοῦτ᾿ εἶναι. Ἐκ δευτέρου δὲ παρ᾿ αὐτοῦ πάλιν ἐρωτηθεὶς, ὅπως ἔσχε, φρίκηι συσχεθεὶς εἶπε σφοδρῶς διατετινάχθαι· ὁ δὲ καὶ τοῦτ᾿ ἀγαθὸν ἔφησεν εἶναι. Ἐκ δὲ τρίτου αὖθις ἐρωτηθεὶς, ὅπως διεγένετο, εἶπεν ὑδέρωι περπεπτωκέναι· ὁ δὲ καὶ τοῦτο πάλιν ἀγαθὸν εἶπεν εἶναι. Εἶτα τῶν οἰκείων τινὸς αὐτὸν ἐρωτήσαντος, ὅπως ἔχει· «ἐγὼ» εἶπεν, «ὦ οὗτος, ὑπὸ τῶν ἀγαθῶν ἀπόλλυμαι.»

Ὁ μῦθος δηλοῖ, ὅτι μάλιστα τῶν ἀνθρώπων δυσχεραίνομεν τοὺς πρὸς χάριν ἀεὶ βουλομένους λέγειν.