Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
306b.Ἄλλως.(C. 42 et p. 300. F. 124.)
Νυκτερὶς καὶ βάτος καὶ αἴθυια, ἑταιρείαν ποιησά[151]μενοι, ἐμπορικὸν διέγνωσαν βίον ζῆν. Ἡ μὲν οὖν νυκτερὶς ἀργύριον δανεισαμένη καθῆκεν εἰς τὸ μέσον, ἡ δὲ βάτος ἐσθῆτα μεθ᾿ ἑαυτῆς ἔλαβεν, ἡ δὲ αἴθυια τρίτη χαλκόν· καὶ ἀπέπλευσαν. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν διεσώθησαν. Ἐξ ἐκείνου τοίνυν ἡ μὲν αἴθυια τοῖς αἰγιαλοῖς ἀεὶ παρεδρεύει, μή που τὸν χαλκὸν ἐκβάλλει ἡ θάλαττα· ἡ δὲ νυκτερὶς, τοὺς δανειστὰς φοβουμένη, τῆς μὲν ἡμέρας οὐ φαίνεται, νύκτωρ δ᾿ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τῆς τῶν παριόντων ἐσθῆτος ἐπιλαμβάνεται, εἴ που τὴν οἰκείαν ἐπιγνοίη ζητοῦσα.Ὁ μῦθος δηλοῖ, ὅτι περὶ ἃ σπουδάζομεν, τούτοις ἐς ὕστερον περιπίπτομεν. |