BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

302.

Νεανίσκος καὶ Ἵππος.

(C. 332. F. 402. ex Luciani Cynico c. 18.)

 

Νεανίσκος τις ἐφ᾿ ἵππον ἀνέβη μαινόμενον. Ἁρπάσας δὲ αὐτὸν ἔφερεν ὁ ἵππος· ὁ δ᾿ οὐκ ἔτι καταβῆναι [149] τοῦ ἵππου θέοντος ἐδύνατο. Καί τις ἀπαντήσας ἠρώτησεν αὐτὸν «ποίαν ἄπεισιν;» Ὁ δ᾿ εἶπεν· «ὅποι ἂν τούτωι δοκῆι,» δεικνὺς τὸν ἵππον.

Οὕτω πολλοὶ, ἄν τις ἐρωτᾶι «ποῖ φέρερσθε;» τἀληθῆ ἐθέλοντες λέγειν, ἐροῦσιν, ἁπλῶς μὲν «ὅποιπερ ἂν ταῖς ἐπιθυμίαις δοκῆι,» κατὰ μέρος δὲ ὅποιπερ ἂν τῆι ἡδονῆι δοκῆι, ποτὲ δὲ ὅποι τῆι δόξηι, ποτὲ δὲ αὖ τῆι φιλοκερδείαι· ποτὲ δὲ ὁ θυμὸς, ποτὲ δὲ ὁ φόβος, ποτὲ δὲ ἄλλο τι τοιοῦτον αὐτοὺς ἐκφέρει.