Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
301b.Ἄλλως.(C. 26.)
Δύο νεανίσκοι μαγείρωι παρεκάθηντο. Καὶ δὴ τοῦ μαγείρου περί τι τῶν οἰκείων ἔργων ἀσχολουμένου, ἅτερος τούτων, μέρος τι τῶν κρεῶν ὑφελόμενος, εἰς τὸν θατέρου καθῆκε κόλπον. Ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ τὸ κρέας ἐπιζητοῦντος, ὁ μὲν εἰηλφὼς ὤμνυε μὴ ἔχειν, ὁ δ᾿ ἔχων μὴ εἰληφέναι. Ὁ δὲ μάγειρος, αἰσθόμενος τὴν κακουργίαν αὐτῶν, εἶπεν· «ἀλλὰ κἂν ἐμὲ λάθητε, τόν γ᾿ ἐπιορκούμενον θεὸν οὔκουν λήσετε.» |