Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
301.Νεανίσκοι καὶ Μάγειρος.(S. 66. F. 60. C. p. 293.)
Δύο νεανίσκοι ἐν ταὐτῶι κρέας ὠνοῦντο. Καὶ δὴ τοῦ μαγείρου περσπασθέντος, ὁ ἕτερος ὑφελόμενος τὸ κρέας εἰς τοῦ ἑτέρου τὸν κόλπον καθῆκεν αὐτό. Ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ ἐπιζητοῦντος ἐκεῖνόν τε αἰτιωμένου, ὁ μὲν εἰληφὼς ὤμνθε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι· καὶ ὁ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν, ἔφη· «ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι οὐ λήσετε.»Ὁ λόγος δηλοῖ, ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέβεια τῆς ἐπιορκίας, κἂν αὐτήν τις κατασκευάζηται. |