Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
300.Ναυαγός.(C. 246. F. 308. S. 30.)
Ἀνὴρ πλούσιος Ἀθηναῖος μεθ᾿ ἑτέρων τινῶν ἔπλει. Καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου, καὶ τῆς νεὼς περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναῖος παρ᾿ ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυ[148]ρία ἐπηγγέλλετο, ἐὰν περισωθῆι. Εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· «σὺν Ἀθηνᾶι καὶ χεῖρα κίνει.»Τοὺς εἰς συμφορὰς ἐμπίπτοντας χρὴ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν κοπιᾶν, καὶ εἶθ᾿ οὕτως τοῦ θεοῦ περὶ βοηθείας δέεσθαι. |