BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

299.

Μῦς καὶ Ταῦρος.

(B. 112.)

 

Μς ταῦρον ἔδακεν. ὁ δ᾿ ἐδίωκεν ἀλγήσας

τὸν μῦν· φθάσαντος δ᾿ εἰς μυχὸν φυγεῖν τρώγλης,

ὤρυσσεν ἑστὼς τοῖς κέρασι τοὺς τοίχους,

ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθη

παρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψας

ὁ μῦς ἐφέρπει, καὶ πάλιν δακὼν φεύγει.

ὁ δ᾿ ἐξαναστὰς οὐκ ἔχων ὃ ποιήσει

διηπορεῖτο· τῶι δ᾿ ὁ μῦς ἐπιτρύξας·

«οὐχ ὁ μέγας αἰεὶ δυνατός· ἔσθ᾿ ὅπου μᾶλλον

τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει.»