BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

[147]

298.

Μῦς καὶ Βάτραχος.

(C. 245. F. 307.)

 

Χερσαῖος μῦς κακῆι μοίραι βατράχωι ἐφιλιώθη. Ὁ δὲ βάτραχος, καῶς βουλευσάμενος, τὸν πόδα τοῦ μυὸς τῶι ἑαυτοῦ ποδὶ συνέδησε. Καὶ πρῶτον μὲν ἐπὶ τῆς χώρας ἦλθον σῖτον δειπνήσοντες· ἔπειτα τὸ χεῖλος τῆς λίμνης πλησιάσαντες, ὁ μὲν βάτραχος τὸν μῦν εἰς τὸν βυθὸν κατήνεγκεν, αὐτὸς βρυάζων τῶι ὕδατι, καὶ τὸ βρεκεκεκὲξ, κοὰξ, κοὰξ ἀνακράζων. Ὁ δὲ ἄθλιος μῦς τῶι ὕδατι φυσηθεὶς ἐτεθνήκει· ἐπέπλει δὲ τῶι ποδὶ τοῦ βατράχου συνδεδεμένος. Ἰκτῖνος δὲ τοῦτον ἰδὼν τοῖς ὄνυξιν ἥρπασε· βάτραχος δὲ δεσμώτης ἐπηκολούθει, δεῖπνον καὶ αὐτὸς ἰκτίνωι γενησόμενος.

Ὅτι, κἂν νεκρὸς ἦι τις, ἰσχύει πρὸς ἄμυναν· ἡ γὰρ θεία δίκη ἐφορᾶι πάντα, καὶ τὸ ἶσον ἀποδιδοῦσα ζυγοστατεῖ.