BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

297b.

Ἄλλως.

(C. p. 197. B. 108.)

 

Μύες δύο, ὁ μὲν ἀρουραῖος, ὁ δὲ οἰκόσιτος, κοινὸν εἶχον τὸν βίον. Ὁ δὲ οἰκόσιτος ἦλθε πρῶτος δειπνήσων ἐπὶ τῆς ἀρούρας ἔτι ἀνθούσης. Τρώγων δὲ σῖτον καὶ ῥίζας σὺν ταῖς βώλοις εἶπε· «Μύρμηκος ζῆις βίον, ταλαίπωρε. Ἐμοὶ δὲ πολλὰ ἔνεστιν ἀγαθά· τὸ κέρας οἰκῶ τῆς Ἀμαλθείας ὡς πρὸς σέ. Ἐὰν ἔλθηις μετ᾿ ἐμοῦ, ὡς θέλεις, ἀσωτεύσηι.» Ἀπῆγε πείσας τὸν μῦν ἐν τῶι οἴκωι. Ἔδειξε δὲ αὐτῶι σῖτον καὶ ἄλευρα καὶ ὄσπρια καὶ σῦκα καὶ μέλι καὶ φοίνικας· οὗτος δὲ ἐτέρφθη καὶ διεχύθη· ὁ δὲ ἤγαγε καὶ τυρὸν ἐκ κανισκίου σύρων. Ἤνοιξέ τις τὴν θύραν· οἱ δ᾿ ἔφυγον εἰς στενὴν τρώγλην, ἔτριζον δὲ ὑπ᾿ ἀλλήλων στενούμενοι. Ὡς δὲ πάλιν ἤμελλεν ἐκκύψαι καὶ μικρὰν ἰσχάδα σῦραι, ἕτερος ἦλθεν ἄλλο τι ἆραι· οἱ δ᾿ ἔνδον ἐκρύπτοντο. Ὁ δὲ ἀρουραῖος μῦς «καίπερ τοσαῦτα δειπνῶν,» εἶπε «χαῖρε καὶ πλούτει καὶ τρύφα, ἔχων τὰ πάντα μετὰ κινδύνων· ἐγὼ δὲ βοτάνας καὶ ῥίζας τρώγων ἀφόβως καὶ λιτῶς ζήσω.»