Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
297.Μῦς ἀρουραῖος καὶ Μῦς ἀστικός.(C. 301. F. 121.)
Μῦς ἀρουραῖος ἀστικῶι γίνεται φίλος μυῒ, καὶ τὴν [146] φιλίαν πιστούμενος πρῶτος εἰς ἀγρὸν τὸν ἀστικὸν παρελάμβανε, καὶ ξενίαν αὐτῶι παρετίθει καὶ τράπεζαν, ἃ φέρειν οἶδε τοῖς ἐνοικοῦσιν ἀγρός. Ἀμειβόμενος δὲ τὴν ξενίαν ὁ ἀστικὸς εἰς ἄστυ τὸν ἀρουραῖον ἐκόμιζε, καὶ εἰς ἀνδρὸς εὐπόρου περελάμβανεν οἶκον. Ὡς δὲ τῶν ὄντων ἤδη προσάπτεσθαι ἤθελον, προσιών τις ἀνέκοπτε· καὶ τοσαυτάκις τῆς ἐν τοῖς ὄψοις ἀπηλαύνοντο πείρας, ὁσάκις ἐπειρῶντο μεταλαμβάνειν. Καὶ τελευταῖον ὁ ἀρουραῖος «ἄπειμι» ἔφη, «τὴν ἐν ἀγροῖς προτιμῶν μετριότητα τῆς ἐν ἄστει τρυφῆς.»Οὕτως οἱ μέτρια κτώμενοι τῶν πλουτούντων εἰσὶν αἱρετώτεροι. |