Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
303.Νεβρὸς καὶ Ἔλαφος.(F. 120. C. 56 et p. 309.)
Νεβρὸς δήποτε πρὸς τὴν ἔλαφος εἶπε· «σὺ τῶι μεγέθει μείζων κυνὸς τυγχάνεις καὶ ταχυτάτη καὶ ὀξεῖα πρὸς δρόμον, κέρατα δὲ πρὸς ἄμυναν κατέχεις· καὶ τί, ὦ μῆτερ, οὕτω φοβῆι τοὺς κύνας;» Ἡ δὲ πρὸς αὐτὸν ἔφη γελῶσα οὕτως· «ὅτι μὲν ἐγὼ ταῦτα ἅπαντα ἔχω, εὖ οἶδα σαφῶς καὶ γινώσκω, ὦ τέκνον· ἐπὰν δὲ κυνὸς ὑλακῆς ἀκούσω, σκοτοῦμαι καὶ πρὸς φυγὴν τρέπομαι.»Ὁ μῦθος δηλοῖ, ὅτι τοὺς ἀνθρώπους τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ἀνθρώπου ἐπιῤῥώννσι. |