Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
276b.Λύκος καὶ Γέρανος.(F. 94. 102. C. 144 et p. 342.)
Λύκου ποτὲ λαιμῶι ὀστέον ἐπάγη· τῆι δὲ γεράνωι μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν αὑτῆς προσεπιβαλοῦσα, ἐξανασπάσαι ἐκ τοῦ λαιμοῦ αὐτοῦ τὸ ὀστοῦν. Ἡ δὲ ἐκβαλοῦσα τὸν μισθὸν ἐπεζήτει. Γελάσας οὖν ὁ λύκος καὶ τοὺς ὀδόντας θήξας, «ἀρκεῖ σοι» εἶπεν «ἀντὶ μισθοῦ τοῦτο καὶ μόνον, ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξεῖλες κάραν σώιαν μηδὲν παθοῦσαν.»Ὁ μῦθος πρὸς ἄνδρας δολίους, οἵτινες ἐκ κινδύνων διασωθέντες, τοῦτο παρέχουσι τοῖς εὐεργέταις ἀντὶ χάριτος, τὸ μὴ βλάψαι αὐτούς. |