Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
277.Λύκος καὶ Ἵππος.(C. 231. F. 300.)
Λύκος, κατά τινα ἄρουραν ὁδεύων, εὗρε κριθάς. Μὴ δυνάμενος δὲ αὐταῖς τροφῆι χρήσασθαι, καταλιπὼν ἀπήιει. Ἵππωι δὲ συντυχὼν, [τοῦτον ἐπὶ τὴν ἄρουραν] ἐκεῖ αὐτὸν ἐκάλει, λέγων, ὡς εὑρὼν κριθὰς αὐτὸς μὲν οὐκ ἔφαγεν, αὐτῶι δὲ ἐφύλαξεν, ἐπειδὴ καὶ ἡδέως αὐτοῦ τὸν ψόφον τῶν ὀδόντων ἀκούει. Καὶ ἵππος ὑποτυχὼν ἔφη· «ἀλλ᾿ ὦ οὗτος, εἰ λύκοι κριθῶν τροφῆι χρῆσθαι ἠδύναντο, οὐκ ἄν ποτε τὰ ὦτα τῆς γαστρὸς προέκρινας.»Ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροὶ, κἂν χρηστότητα ἐπαγγέλλονται, οὐ πιστεύονται. |