Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
276.Λύκος καὶ Ἐρωδιός.(S. 153. B. 94.)
Λύκος καταπιὼν ὀστοῦν περιήιει ζητῶν τὸν ἰασόμενον. Περιτυχὼν δὲ ἐρωδιῶι, τοῦτον παρεκάλει ἐπὶ μισθῶι τὸ ὀστοῦν ἐξελεῖν· κἀκεῖνος καθεὶς τὴν ἑαυτοῦ κεφαλὴν εἰς τὸν φάρυγγα αὐτοῦ τὸ ὀστοῦν ἐξέσπασε καὶ τὸν ὁμολογηθέντα μισθὸν ἐξήιτει. Ὁ δὲ λύκος γε[136]λάσας καὶ τοὺς ὀδόντας θήξας φησίν· «ἀρκεῖ σοι καὶ τὸ μόνον σώιαν ἐξελεῖν τὴν κεφαλήν.»Ὁ λόγος δηλοῖ, ὅτι μεγίστηι παρὰ τοῖς πονηροῖς εὐεργεσία τὸ μὴ προσαδικεῖσθαι ὑπ᾿ αὐτῶν. |