BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

275.

Λύκος καὶ Γραῦς.

(C. 138 et p. 337. F. 104.)

 

Λύκος λιμώττων περιήιει ζητῶν τροφήν. Γενόμενος δὲ κατά τινα τόπον, ἤκουσε παιδίου κλαίοντος, καὶ γραὸς λεγούσης αὐτῶι· «παῦσαι τοῦ κλαίειν· εἰ δὲ μὴ, τῆι ὥραι ταύτηι ἐπιδώσω σε τῶι λύκωι.» Οἰόμενος δὴ ὁ λύκος, ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο πολλὴν ἐκδεχόμενος ὥραν. Ὡς δ᾿ ἑσπέρα κατέλαβεν, ἀκούει πάλιν [135] τῆς γραὸς κολακευούσης τὸ παιδίον, καὶ λεγούσης αὐτῶι· «ἐὰν ἔλθηι ὁ λύκος δεῦρο, φονεύσομεν, ὦ τέκνον, αὐτόν.» Ταῦτα ἀκούσας ὁ λύκος, ἐπορεύετο λέγων· «ἐν ταύτηι τῆι ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ πράττουσιν.»

Ὁ μῦθος πρὸς ἀνθρώπους, οἵτινες τὰ ἔργα τοῖς λόγοις οὐκ ἔχουσιν ὅμοια.